Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
Αἵμων
  1. οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
Κρέων
  1. ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
Αἵμων
  1. καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Κρέων
  1. ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς.
Αἵμων
  1. ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα.
Κρέων
  1. ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς;
Αἵμων
  1. τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
Κρέων
  1. κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.