Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν
  2. πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
  3. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
  4. δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
  5. τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.
  6. αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
  7. τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
  8. στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
  9. ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.