Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,
- τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,
- πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
- κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
- ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
- πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν
- εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
- οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
- τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.