Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
  2. τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων
  3. σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.
  4. οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,
  5. κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
  6. κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
  7. κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.
Χορός
  1. ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
  2. λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.