Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
  2. φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
  3. μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς
  4. γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι
  5. ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
  6. γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
  7. γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
  8. ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
  9. τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.
  10. ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
  11. πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
  12. ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,
  13. ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία
  14. ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει
  15. ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους
  16. ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ