Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
Κρέων
  1. οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
  2. γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.
  3. τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς
  4. κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
  5. ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς
  6. καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
  7. ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,
  8. τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους