Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
Ἰσμήνη
  1. οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα.
Κρέων
  1. κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
Ἀντιγόνη
  1. ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ.
Κρέων
  1. ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
Χορός
  1. ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;