Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
- τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
- ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.
- οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει
- νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.
- σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.
- τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον;
- ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι.
- ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;