Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι.
Ἀντιγόνη
  1. μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες
  2. ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ.
Ἰσμήνη
  1. καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
Ἀντιγόνη
  1. Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
Ἰσμήνη
  1. τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη;