Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,
- φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
- φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;
- δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ
- καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
- ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ
- οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.
- ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
- ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.