Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
- σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
- οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
- οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
- ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
- πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;