Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ
  2. ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,
  3. πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
  4. ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
  5. ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
  6. πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·