Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
  2. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
  3. θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
  4. καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
  5. πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,
  6. ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.