Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,
- πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,
- πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν
- νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,
- καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,
- ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,
- ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις
- κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.
- χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι
- μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
- καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς
- τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
- πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
- ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας
- αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.
- καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,