Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,
  2. ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
  3. καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν
  4. καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος
  5. δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.
Κρέων
  1. ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φύλαξ
  1. αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.
Κρέων
  1. ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
Φύλαξ
  1. ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
  2. ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;
Κρέων
  1. καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
Φύλαξ
  1. τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,
  2. πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,
  3. πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν
  4. νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,
  5. καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,
  6. ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,