Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων·
  2. ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
  3. καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
Χορός
  1. σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον,
  2. τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·
  3. νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
  4. καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
Κρέων
  1. ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων.
Χορός
  1. νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
Κρέων
  1. ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.
Χορός
  1. τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;
Κρέων
  1. τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
Χορός
  1. οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.
Κρέων
  1. καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδων
  2. ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
Φύλαξ
  1. ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
  2. δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
  3. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
  4. ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
  5. ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·