Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
- ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
- μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
- ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
- κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
- καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
- φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
- ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,
- οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
- στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
- οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς
- θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
- ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
- πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
- τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν,
- καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
- ἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι·