Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
- ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου
- σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
- τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν,
- κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι
- παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.