Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη,
  2. πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς
  3. μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν
  4. δικρατεῖς λόγχας στήσαντʼ ἔχετον
  5. κοινοῦ θανάτου μέρος ἄμφω.
Χορός
  1. ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα
  2. τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,
  3. ἐκ μὲν δὴ πολέμων
  4. τῶν νῦν θέσθαι λησμοσύναν,
  5. θεῶν δὲ ναοὺς χοροῖς
  6. παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων
  7. Βάκχιος ἄρχοι.
Χορός
  1. ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,
  2. Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς
  3. νεαραῖσι θεῶν ἐπὶ συντυχίαις
  4. χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,
  5. ὅτι σύγκλητον τήνδε γερόντων