Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων
- ἐπʼ ἄκρων ἤδη
- νίκην ὁρμῶντʼ ἀλαλάξαι.
- ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς
- πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ
- βακχεύων ἐπέπνει
- ῥιπαῖς ἐχθίστων ἀνέμων.
- εἶχε δʼ ἄλλᾳ τὰ μέν,
- ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης