Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει
  2. λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
  3. τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
  4. αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
  5. πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
Κρέων
  1. αἰαῖ αἰαῖ,
  2. ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν
  3. ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
  4. δείλαιος ἐγώ, αἰαῖ,