Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς
- ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος
- ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,
- ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
- κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
- παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,
- ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ
- ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ
- δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
- φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.
- τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων
- ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι
- τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
- βρόχῳ μιτώδει σινδόνος καθημμένην,
- τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
- εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
- καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
- ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
- χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
- ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα