Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
  2. ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
  3. καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος
  4. λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
  5. ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
  6. ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,
  7. ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν
  8. ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων
  9. ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.