Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
  2. ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
  3. θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.
  4. τούτων σε λωβητῆρες ὑστεροφθόροι
  5. λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
  6. ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
  7. καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος
  8. λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
  9. ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
  10. ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,
  11. ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν
  12. ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων
  13. ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
  14. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
  15. ἀφῆκα θυμῷ καρδίας τοξεύματα
  16. βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.