Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
- οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.
- σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
- ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
- κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.
- οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
- ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
- ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
- τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,