Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,
  2. ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν
  3. ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
  4. οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ
  5. οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ
  6. τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.