Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων
- οὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦν
- θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·
- ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
- μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
- τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,
- εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν
- ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,
- κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει
- καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
- κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
- γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
- σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
- τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
- αἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.
- νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,
- ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.
- ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
- ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι
- ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου