Panathenaicus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.

ἧς οὐδεὶς ἄλλος καταπεφρόνηκε, καὶ τὴν τύχην ὠδυράμην, ταύτῃ μὲν οὐδὲν ἔχων ἐπικαλεῖν ἄλλο πλὴν ὅτι περὶ τὴν φιλοσοφίαν ἣν προειλόμην ἀτυχίαι τινὲς καὶ συκοφαντίαι γεγόνασι, τὴν δὲ φύσιν εἰδὼς πρὸς μὲν τὰς πράξεις ἀρρωστοτέραν καὶ μαλακωτέραν οὖσαν τοῦ δέοντος, πρὸς δὲ τοὺς λόγους οὔτε τελείαν οὔτε πανταχῇ χρησίμην, ἀλλὰ δοξάσαι μὲν περὶ ἑκάστου τὴν ἀλήθειαν μᾶλλον δυναμένην τῶν εἰδέναι φασκόντων, εἰπεῖν δὲ περὶ τῶν αὐτῶν τούτων ἐν συλλόγῳ πολλῶν ἀνθρώπων ἁπασῶν ὡς ἔπος εἰπεῖν ἀπολελειμμένην.

οὕτω γὰρ ἐνδεὴς ἀμφοτέρων ἐγενόμην τῶν μεγίστην δύναμιν ἐχόντων παρʼ ἡμῖν, φωνῆς ἱκανῆς καὶ τόλμης, ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν πολιτῶν· ὧν οἱ μὴ τυχόντες ἀτιμότεροι περιέρχονται πρὸς τὸ δοκεῖν ἄξιοί τινος εἶναι τῶν ὀφειλόντων τῷ δημοσίῳ· τοῖς μὲν γὰρ ἐκτίσειν τὸ καταγνωσθὲν ἐλπίδες ὕπεισιν, οἱ δʼ οὐδέποτʼ ἂν τὴν φύσιν μεταβάλοιεν.

οὐ μὴν ἐπὶ τούτοις ἀθυμήσας περιεῖδον ἐμαυτὸν ἄδοξον οὐδʼ ἀφανῆ παντάπασι γενόμενον, ἀλλʼ ἐπειδὴ τοῦ πολιτεύεσθαι διήμαρτον, ἐπὶ τὸ φιλοσοφεῖν καὶ πονεῖν καὶ γράφειν ἃ διανοηθείην κατέφυγον, οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων οὐδὲ περὶ ὧν ἄλλοι τινὲς ληροῦσιν, ἀλλὰ περὶ τῶν Ἐλληνικῶν καὶ βασιλικῶν καὶ πολιτικῶν πραγμάτων, διʼ ἃ προσήκειν ᾠόμην μοι τοσούτῳ μᾶλλον τιμᾶσθαι τῶν ἐπὶ τὸ βῆμα παριόντων, ὅσῳ περ περὶ μειζόνων καὶ καλλιόνων ἢ κεῖνοι τοὺς λόγους ἐποιούμην. ὧν οὐδὲν ἡμῖν ἀποβέβηκεν.

καίτοι πάντες ἴσασι τῶν μὲν ῥητόρων τοὺς πολλοὺς οὐχ ὑπὲρ τῶν τῇ πόλει συμφερόντων, ἀλλʼ ὑπὲρ ὧν αὐτοὶ λήψεσθαι προσδοκῶσι, δημηγορεῖν τολμῶντας, ἐμὲ δὲ καὶ τοὺς ἐμοὺς οὐ μόνον τῶν κοινῶν ἀπεχομένους μᾶλλον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν ἰδίων εἰς τὰς τῆς πόλεως χρείας ὑπὲρ τὴν δύναμιν τὴν ἡμετέραν αὐτῶν δαπανωμένους,

ἔτι δὲ τοὺς μὲν ἢ λοιδορουμένους ἐν ταῖς ἐκκλησίαις περὶ μεσεγγυήματος σφίσιν αὐτοῖς ἢ λυμαινομένους τοὺς συμμάχους ἢ τῶν ἄλλων ὃν ἂν τύχωσι συκοφαντοῦντας, ἐμὲ δὲ τῶν λόγων ἡγεμόνα τούτων γεγενημένον, τῶν παρακαλούντων τοὺς Ἕλληνας ἐπί τε τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους καὶ τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους,

καὶ τῶν συμβουλευόντων ἀποικίαν ἐκπέμπειν κοινῇ πάντας ἡμᾶς ἐπὶ τοσαύτην χώραν καὶ τοιαύτην, περὶ ἧς ὅσοι περ ἀκηκόασιν ὁμολογοῦσιν ἡμᾶς τε, εἰ σωφρονήσαιμεν καὶ παυσαίμεθα τῆς πρὸς ἀλλήλους μανίας, ταχέως ἂν ἄνευ πόνων καὶ κινδύνων κατασχεῖν αὐτήν, ἐκείνην τε ῥᾳδίως ἂν ἅπαντας δέξασθαι τοὺς ἐνδεεῖς ἡμῶν ὄντας τῶν ἐπιτηδείων· ὧν πράξεις, εἰ πάντες συνελθόντες ζητοῖεν, οὐδέποτʼ ἂν εὕροιεν καλλίους οὐδὲ μείζους οὐδὲ μᾶλλον ἅπασιν ἡμῖν συμφερούσας.

ἀλλʼ ὅμως οὕτω πολὺ τῇ διανοία διεστώτων ἡμῶν, καὶ τοσούτῳ σπουδαιοτέραν ἐμοῦ πεποιημένου τὴν αἵρεσιν, οὐ δικαίως οἱ πολλοὶ περὶ ἡμῶν ὑπειλήφασιν, ἀλλὰ ταραχωδῶς καὶ παντάπασιν ἀλογίστως. τῶν μὲν γὰρ ῥητόρων τὸν τρόπον ψέγοντες προστάτας αὐτοὺς τῆς πόλεως ποιοῦνται καὶ κυρίους ἁπάντων καθιστᾶσιν, ἐμοῦ δὲ τοὺς λόγους ἐπαινοῦντες αὐτῷ μοι φθονοῦσι, διʼ οὐδὲν ἕτερον ἢ διὰ τούτους οὓς ἀποδεχόμενοι τυγχάνουσιν· οὕτως ἀτυχῶς φέρομαι παρʼ αὐτοῖς.

καὶ τί δεῖ θαυμάζειν τῶν πρὸς ἁπάσας τὰς ὑπεροχὰς οὕτω διακεῖσθαι πεφυκότων, ὅπου καὶ τῶν οἰομένων διαφέρειν καὶ ζηλούντων ἐμὲ καὶ μιμεῖσθαι γλιχομένων τινὲς ἔτι δυσμενέστερον ἔχουσί μοι τῶν ἰδιωτῶν· ὧν τίνας ἄν τις εὕροι πονηροτέρους, εἰρήσεται γάρ, εἰ καί τισι δόξω νεώτερα καὶ βαρύτερα λέγειν τῆς ἡλικίας, οἵτινες οὔτε φράζειν οὐδὲν μέρος ἔχοντες τοῖς μαθηταῖς τῶν εἰρημένων ὑπʼ ἐμοῦ, τοῖς τε λόγοις παραδείγμασι χρώμενοι τοῖς ἐμοῖς καὶ ζῶντες ἐντεῦθεν τοσούτου δέουσι χάριν ἔχειν τούτων, ὥστʼ οὐδʼ ἀμελεῖν ἡμῶν ἐθέλουσιν, ἀλλʼ ἀεί τι φλαῦρον περὶ ἐμοῦ λέγουσιν;

ἕως μὲν οὗν τοὺς λόγους μου ἐλυμαίνοντο, παραναγιγνώσκοντες ὡς δυνατὸν κάκιστα τοῖς ἑαυτῶν καὶ διαιροῦντες οὐκ ὀρθῶς καὶ κατακνίζοντες καὶ πάντα τρόπον διαφθείροντες, οὐδὲν ἐφρόντιζον τῶν ἀπαγγελλομένων, ἀλλὰ ῥᾳθύμως εἶχον· μικρὸν δὲ πρὸ τῶν Παναθηναίων τῶν μεγάλων ἠχθέσθην διʼ αὐτούς.

ἀπαντήσαντες γάρ τινές μοι τῶν ἐπιτηδείων ἔλεγον ὡς ἐν τῷ Λυκείω συγκαθεζόμενοι τρεῖς ἢ τέτταρες τῶν ἀγελαίων σοφιστῶν καὶ πάντα φασκόντων εἰδέναι καὶ ταχέως πανταχοῦ γιγνομένων διαλέγοιντο περί τε τῶν ἄλλων ποιητῶν καὶ τῆς Ἡσιόδου καὶ τῆς Ὁμήρου ποιήσεως, οὐδὲν μὲν παρʼ αὑτῶν λέγοντες, τὰ δʼ ἐκείνων ῥαψῳδοῦντες καὶ τῶν πρότερον ἄλλοις τισὶν εἰρημένων τὰ χαριέστατα μνημονεύοντες·

ἀποδεξαμένων δὲ τῶν περιεστώτων τὴν διατριβὴν αὐτῶν ἕνα τὸν τολμηρότατον ἐπιχειρῆσαί με διαβάλλειν, λέγονθʼ ὡς ἐγὼ πάντων καταφρονῶ τῶν τοιούτων, καὶ τάς τε φιλοσοφίας τὰς τῶν ἄλλων καὶ τὰς παιδεὶας ἁπάσας ἀναιρῶ, καί φημι πάντας ληρεῖν πλὴν τοὺς μετεσχηκότας τῆς ἐμῆς διατριβῆς· τούτων δὲ ῥηθέντων ἀηδῶς τινας τῶν παρόντων διατεθῆναι πρὸς ἡμᾶς.

ὡς μὲν οὖν ἐλυπήθην καὶ συνεταράχθην ἀκούσας ἀποδέξασθαί τινας τοὺς λόγους τούτους, οὐκ ἂν δυναίμην εἰπεῖν· ᾤμην γὰρ οὕτως ἐπιφανὴς εἶναι τοῖς ἀλαζονευομένοις πολεμῶν καὶ περὶ ἐμαυτοῦ μετρίως διειλεγμένος, μᾶλλον δὲ ταπεινῶς, ὥστε μηδένʼ ἄν ποτε γενέσθαι πιστὸν τῶν λεγόντων ὡς ἐγὼ τοιαύταις ἀλαζονείαις ἐχρησάμην.