Panathenaicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
οὐ μὴν οὐδʼ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλʼ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθʼ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν, ἀλλʼ εἴων αὐτὸν οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν.
περὶ μὲν οὖν ὧν ὑπεθέμην ἱκανῶς εἰρῆσθαι νομίζω· τὸ γὰρ ἀναμιμνήσκειν καθʼ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς λόγοις τοῖς τοιούτοις· βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. ἐγὼ γὰρ ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον·
ἤδη δὲ τῶν ἡμισέων γεγραμμένων ἐπιγενομένου μοι νοσήματος ῥηθῆναι μὲν οὐκ εὐπρεποῦς, δυναμένου δʼ ἀναιρεῖν οὐ μόνον τοὺς πρεσβυτέρους ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀλλὰ καὶ τῶν ἀκμαζόντων πολλούς, τούτῳ διατελῶ τρίʼ ἔτη μαχόμενος, οὕτω φιλοπόνως ἑκάστην τὴν ἡμέραν διάγων, ὥστε τοὺς εἰδότας καὶ τοὺς παρὰ τούτων πυνθανομένους μᾶλλόν με θαυμάζειν διὰ τὴν καρτερίαν ταύτην ἢ διʼ ἃ πρότερον ἐπῃνούμην.
ἤδη δʼ ἀπειρηκότος καὶ διὰ τὴν νόσον καὶ διὰ τὸ γῆρας, τῶν ἐπισκοπούντων τινές με καὶ πολλάκις ἀνεγνωκότων τὸ μέρος τοῦ λόγου τὸ γεγραμμένον, ἐδέοντό μου καὶ συνεβούλευον μὴ καταλιπεῖν αὐτὸν ἡμιτελῆ μηδʼ ἀδιέργαστον, ἀλλὰ πονῆσαι μικρὸν χρόνον καὶ προσέχειν τοῖς λοιποῖς τὸν νοῦν.
οὐχ ὁμοίως δὲ διελέγοντο περὶ τούτων τοῖς ἀφοσιουμένοις, ἀλλʼ ὑπερεπαινοῦντες μὲν τὰ γεγραμμένα, τοιαῦτα δὲ λέγοντες, ὧν εἴ τινες ἤκουον μήτε συνήθεις ἡμῖν ὄντες μήτʼ εὔνοιαν μηδεμίαν ἔχοντες, οὐκ ἔστιν ὅπως οὐκ ἂν ὑπέλαβον τοὺς μὲν φενακίζειν, ἐμὲ δὲ διεφθάρθαι καὶ παντάπασιν εἶναι μωρόν,
εἰ πείσομαι τοῖς λεγομένοις. οὕτω δʼ ἔχων ἐφʼ οἷς εἰπεῖν ἐτόλμησαν ἐπείσθην ʽτί γὰρ δεῖ μακρολογεῖν;ʼ γενέσθαι πρὸς τῇ τῶν λοιπῶν πραγματείᾳ γεγονὼς μὲν ἔτη τρία μόνον ἀπολείποντα τῶν ἑκατόν, οὕτω δὲ διακείμενος ὡς ἕτερος ἔχων οὐχ ὅπως γράφειν ἂν λόγον ἐπεχείρησεν, ἀλλʼ οὐδʼ ἄλλου δεικνύοντος καὶ πονήσαντος ἠθέλησεν ἀκροατὴς γενέσθαι.
τίνος οὖν ἕνεκα ταῦτα διῆλθον; οὐ συγγνώμης τυχεῖν ἀξιῶν ὑπὲρ τῶν εἰρημένων, οὐ γὰρ οὕτως οἴομαι διειλέχθαι περὶ αὐτῶν, ἀλλὰ δηλῶσαι βουλόμενος τά τε περὶ ἐμὲ γεγενημένα, καὶ τῶν ἀκροατῶν ἐπαινέσαι μὲν τοὺς τόν τε λόγον ἀποδεχομένους τοῦτον καὶ τῶν ἄλλων σπουδαιοτέρους καὶ φιλοσοφωτέρους εἶναι νομίζοντας τούς τε διδασκαλικοὺς[*](τούς τε διδασκαλικοὺςϝυλγ.:τοὺς διδασκαλικοὺς Γ. ) καὶ τεχνικοὺς τῶν πρὸς τὰς ἐπιδείξεις καὶ τοὺς ἀγῶνας γεγραμμένων, καὶ τοὺς τῆς ἀληθείας στοχαζομένους τῶν τὰς δόξας τῶν ἀκροωμένων παρακρούεσθαι ζητούντων, καὶ τοὺς ἐπιπλήττοντας τοῖς ἁμαρτανομένοις καὶ νουθετοῦντας τῶν πρὸς ἡδονὴν καὶ χάριν λεγομένων,
συμβουλεῦσαι δὲ τοῖς τἀναντία τούτων γιγνώσκουσι πρῶτον μὲν μὴ πιστεύειν ταῖς αὑτῶν γνώμαις, μηδὲ νομίζειν ἀληθεῖς εἶναι τὰς κρίσεις τὰς ὑπὸ τῶν ῥᾳθυμούντων γιγνομένας, ἔπειτα μὴ προπετῶς ἀποφαίνεσθαι περὶ ὧν οὐκ ἴσασιν, ἀλλὰ περιμένειν ἕως ἂν ὁμονοῆσαι δυνηθῶσι τοῖς τῶν ἐπιδεικνυμένων πολλὴν ἐμπειρίαν ἔχουσιν· τῶν γὰρ οὕτω διοικούντων τὰς ἑαυτῶν διανοίας οὐκ ἔστιν ὅστις ἂν τοὺς τοιούτους ἀνοήτους εἶναι νομίσειεν.