Panathenaicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
ἐν τοιαύτῃ δὲ μοι ταραχῇ καθεστηκότι καὶ μεταβολὰς ποιουμένῳ πολλὰς ἔδοξε κράτιστον εἶναι παρακαλέσαντι τῶν πεπλησιακότων τοὺς ἐπιδημοῦντας βουλεύσασθαι μετʼ αὐτῶν, πότεροι ἀφανιστέος παντάπασίν ἐστιν ἢ διαδοτέος τοῖς βουλομένοις λαμβάνειν, ὁπότερα δʼ ἂν ἐκείνοις δόξῃ, ταῦτα ποιεῖν. τούτων γνωσθέντων οὐδεμίαν διατριβὴν ἐποιησάμην, ἀλλʼ εὐθὺς παρεκέκληντο μὲν οὓς εἶπον, προειρηκὼς δʼ ἦν αὐτοῖς ἐφʼ ἃ συνεληλυθότες ἦσαν, ἀνέγνωστο δʼ ὁ λόγος, ἐπῃνημένος δʼ ἦν καὶ τεθορυβημένος καὶ τετυχηκὼς ὧνπερ οἱ κατορθοῦντες ἐν ταῖς ἐπιδείξεσιν.
ἁπάντων δὲ τούτων ἐπιτετελεσμένων οἱ μὲν ἄλλοι διελέγοντο πρὸς σφᾶς αὐτούς, δῆλον ὅτι περὶ τῶν ἀναγνωσθέντων· ὃν δʼ ἐξ ἀρχῆς μετεπεμψάμεθα σύμβουλον, τὸν Λακεδαιμονίων ἐπαινέτην, πρὸς ὃν πλείω διελέχθην τοῦ δέοντος, σιωπὴν ποιησάμενος καὶ πρὸς ἐμὲ βλέψας ἀπορεῖν ἔφασκεν ὅ τι χρήσηται τοῖς παροῦσιν· οὔτε γὰρ ἀπιστεῖν βούλεσθαι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, οὔτε πιστεύειν δύνασθαι παντάπασιν αὐτοῖς.
“θαυμάζω γὰρ εἴθʼ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες, οὓς οἶσθʼ ἀκριβῶς ἅπαν ὅ τι ἂν σὺ λέγῃς ἢ πράττῃς ἐπαινοῦντας. εἰθισμένοι δʼ εἰσὶν οἱ νοῦν ἔχοντες ἀνακοινοῦσθαι, περὶ ὧν ἂν σπουδάζωσι, μάλιστα μὲν τοῖς ἄμεινον αὑτῶν φρονοῦσιν, εἰ δὲ μή, τοῖς μέλλουσιν ἀποφαίνεσθαι τὴν αὑτῶν γνώμην· ὧν τἀναντία σὺ πεποίηκας.
τούτων μὲν οὖν οὐδέτερον ἀποδέχομαι τῶν λόγων, δοκεῖς δέ μοι ποιήσασθαι τήν τε παράκλησιν τὴν ἡμετέραν καὶ τὸν ἔπαινον τὸν τῆς πόλεως οὐχ ἁπλῶς, οὐδʼ ὡς διείλεξαι πρὸς ἡμᾶς, ἀλλʼ ἡμῶν μὲν πεῖραν λαβεῖν βουλόμενος, εἰ φιλοσοφοῦμεν καὶ μεμνήμεθα τῶν ἐν ταῖς διατριβαῖς λεγομένων καὶ συνιδεῖν δυνηθεῖμεν ἂν ὃν τρόπον ὁ λόγος τυγχάνει γεγραμμένος,
τὴν δὲ πόλιν ἐπαινεῖν προελέσθαι τὴν σαυτοῦ σωφρονῶν, ἵνα τῷ τε πλήθει τῷ τῶν πολιτῶν χαρίσῃ καὶ παρὰ τοῖς εὖνοι· κῶς πρὸς ὑμᾶς διακειμένοις εὐδοκιμήσῃς. ταῦτα δὲ γνοὺς ὑπέλαβες ὡς εἰ μὲν περὶ μόνης αὐτῆς ποιήσει τοὺς λόγους καὶ τὰ μυθώδη περὶ αὐτῆς ἐρεῖς ἃ πάντες θρυλοῦσιν, ὅμοια φανεῖται τὰ λεγόμενα τοῖς ὑπὸ τῶν ἄλλων γεγραμμένοις, ἐφʼ ᾧ σὺ μάλιστʼ ἂν αἰσχυνθείης καὶ λυπηθείης·
ἐὰν δʼ ἐάσας ἐκεῖνα λέγῃς τὰς πράξεις τὰς ὁμολογουμένας καὶ πολλῶν ἀγαθῶν αἰτίας τοῖς Ἕλλησι γεγενημένας, καὶ παραβάλλῃς αὐτὰς πρὸς τὰς Λακεδαιμονίων, καὶ τὰς μὲν τῶν προγόνων ἐπαινῇς, τῶν δʼ ἐκείνοις πεπραγμένων κατηγορῇς, ὅ τε λόγος ἐναργέστερος εἶναι δόξει τοῖς ἀκούουσι καὶ σὺ μενεῖς ἐν τοῖς αὐτοῖς, ὃ μᾶλλον ἄν τινες θαυμάσειαν τῶν τοῖς ἄλλοις γεγραμμένων.
ἐν ἀρχῇ μὲν οὖν οὕτω μοι φαίνει τάξαι καὶ βουλεύσασθαι περὶ αὐτῶν, εἰδὼς δὲ σαυτὸν ἐπῃνεκότα τὴν Σπαρτιατῶν διοίκησιν ὡς οὐδεὶς ἄλλος, φοβεῖσθαι τοὺς ἀκηκοότας, μὴ δόξῃς ὅμοιος εἶναι τοῖς λέγουσιν ὅ τι ἂν τύχωσι καὶ τούτους νῦν ψέγειν οὓς πρότερον ἐπῄνεις μᾶλλον τῶν ἄλλων· ταῦτʼ ἐνθυμηθεὶς σκοπεῖσθαι ποίους τινὰς ἂν ἑκατέρους εἶναι φήσας ἀληθῆ τε λέγειν δόξειας περὶ ἀμφοτέρων, ἔχοις τʼ ἂν τοὺς μὲν προγόνους ἐπαινεῖν, οὕσπερ βούλει, Σπαρτιατῶν δὲ δοκεῖν μὲν κατηγορεῖν τοῖς ἀηδῶς πρὸς αὐτοὺς διακειμένοις, μηδὲν δὲ ποιεῖν τοιοῦτον ἀλλὰ λανθάνειν ἐπαινῶν αὐτούς·
ζητῶν δὲ τὰ τοιαῦτα ῥᾳδίως εὑρεῖν λόγους ἀμφιβόλους καὶ μηδὲν μᾶλλον μετὰ τῶν ἐπαινούντων ἢ τῶν ψεγόντων ὄντας, ἀλλʼ ἐπαμφοτερίζειν δυναμένους καὶ πολλὰς ἀμφισβητήσεις ἔχοντας, οἷς χρῆσθαι περὶ μὲν συμβολαίων καὶ περὶ πλεονεξίας ἀγωνιζόμενον αἰσχρὸν καὶ πονηρίας οὐ μικρὸν σημεῖον, περὶ δὲ φύσεως ἀνθρώπων διαλεγόμενον καὶ πραγμάτων καλὸν καὶ φιλόσοφον.