Panathenaicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
Θρᾷκες μὲν γὰρ μετʼ Εὐμόλπου τοῦ Ποσειδῶνος εἰσέβαλον εἰς τὴν χώραν ἡμῶν, ὃς ἠμφισβήτησεν Ἐρεχθεῖ τῆς πόλεως, φάσκων Ποσειδῶ πρότερον Ἀθηνᾶς καταλαβεῖν αὐτήν· Σκύθαι δὲ μετʼ Ἀμαζόνων τῶν ἐξ Ἄρεως γενομένων, αἳ τὴν στρατείαν ἐφʼ Ἱππολύτην ἐποιήσαντο, τὴν τούς τε νόμους παραβᾶσαν τοὺς παρʼ αὐταῖς κειμένους, ἐρασθεῖσάν τε Θησέως καὶ συνακολουθήσασαν ἐκεῖθεν καὶ συνοικήσασαν αὐτῷ·
Πελοποννήσιοι δὲ μετʼ Εὐρυσθέως, ὃς Ἡρακλεῖ μὲν οὐκ ἔδωκε δίκην ὧν ἡμάρτανεν εἰς αὐτόν, στρατεύσας δʼ ἐπὶ τοὺς ἡμετέρους προγόνους ὡς ἐκληψόμενος βίᾳ τοὺς ἐκείνου παῖδας, παρʼ ἡμῖν γὰρ ἦσαν καταπεφευγότες, ἔπαθεν ἃ προσῆκεν αὐτόν. τοσούτου γὰρ ἐδέησε κύριος γενέσθαι τῶν ἱκετῶν, ὥστε ἡττηθεὶς μάχῃ καὶ ζωγρηθεὶς ὑπὸ τῶν ἡμετέρων, αὐτὸς ἱκέτης γενόμενος τούτων οὓς ἐξαιτῶν ἦλθε, τὸν βίον ἐτελεύτησεν.
μετὰ δὲ τοῦτον οἱ πεμφθέντες ὑπὸ Δαρείου τὴν Ἑλλάδα πορθήσοντες, ἀποβάντες εἰς Μαραθῶνα, πλείοσι κακοῖς καὶ μείζοσι συμφοραῖς περιπεσόντες ὧν ἤλπισαν τὴν πόλιν ἡμῶν ποιήσειν, ᾤχοντο φεύγοντες ἐξ ἁπάσης τῆς Ἑλλάδος.
τούτους δʼ ἅπαντας οὓς διῆλθον, οὐ μετʼ ἀλλήλων εἰσβαλόντας οὐδὲ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀλλʼ ὡς οἵ τε καιροὶ καὶ τὸ συμφέρον ἑκάστοις καὶ τὸ βούλεσθαι συνέπιπτε, μάχῃ νικήσαντες καὶ τῆς ὕβρεως παύσαντες, οὐκ ἐξέστησαν αὑτῶν τηλικαῦτα διαπραξάμενοι τὸ μέγεθος, οὐδʼ ἔπαθον ταὐτὸ τοῖς διὰ μὲν τὸ καλῶς καὶ φρονίμως βουλεύσασθαι καὶ πλούτους μεγάλους καὶ δόξας καλὰς κτησαμένοις, διὰ δὲ τὰς ὑπερβολὰς τὰς τούτων ὑπερηφάνοις γενομένοις καὶ τὴν φρόνησιν διαφθαρεῖσι καὶ κατενεχθεῖσιν εἰς χείρω πράγματα καὶ ταπεινότερα τῶν πρότερον αὐτοῖς ὑπαρχόντων,
ἀλλὰ πάντα τὰ τοιαῦτα διαφυγόντες ἐνέμειναν τοῖς ἤθεσιν οἷς εἶχον διὰ τὸ πολιτεύεσθαι καλῶς, μεῖζον φρονοῦντες ἐπὶ τῇ τῆς ψυχῆς ἕξει καὶ ταῖς διανοίαις ταῖς αὑτῶν ἢ ταῖς μάχαις ταῖς γεγενημέναις, καὶ μᾶλλον ὑπὸ τῶν ἄλλων θαυμαζόμενοι διὰ τὴν καρτερίαν ταύτην καὶ σωφροσύνην ἢ διὰ τὴν ἀνδρίαν τὴν ἐν τοῖς κινδύνοις αὐτοῖς παραγενομένην·
ἑώρων γὰρ πάντες τὴν μὲν εὐψυχίαν τὴν πολεμικὴν πολλοὺς ἔχοντας καὶ τῶν ταῖς κακουργίαις ὑπερβαλλόντων, τῆς δὲ χρησίμης ἐπὶ πᾶσι καὶ πάντας δυναμένης ὠφελεῖν οὐ κοινωνοῦντας τοὺς πονηρούς, ἀλλὰ μόνοις ἐγγιγνομένην τοῖς καλῶς γεγονόσι καὶ τεθραμμένοις καὶ πεπαιδευμένοις, ἅπερ προσῆν τοῖς τότε τὴν πόλιν διοικοῦσι καὶ τῶν εἰρημένων ἀγαθῶν ἁπάντων αἰτίοις καταστᾶσιν.
τοὺς μὲν οὖν ἄλλους ὁρῶ περὶ τὰ μέγιστα τῶν ἔργων καὶ μάλιστα μνημονευθησόμενα τοὺς λόγους καταλύοντας, ἐγὼ δὲ σωφρονεῖν μὲν νομίζω τοὺς ταῦτα γιγνώσκοντας καὶ πράττοντας, οὐ μὴν συμβαίνει μοι ταὐτὸ ποιεῖν ἐκείνοις, ἀλλʼ ἔτι λέγειν ἀναγκάζομαι. τὴν δʼ αἰτίαν διʼ ἥν, ὀλίγον ὕστερον ἐρῶ, μικρὰ πάνυ προδιαλεχθείς.
ἐπηνώρθουν μὲν γὰρ τὸν λόγον τὸν μέχρι τῶν ἀναγνωσθέντων γεγραμμένον μετὰ μειρακίων τριῶν ἢ τεττάρων τῶν εἰθισμένων μοι συνδιατρίβειν· ἐπειδὴ δὲ διεξιοῦσιν ἡμῖν ἐδόκει καλῶς ἔχειν καὶ προσδεῖσθαι τελευτῆς μόνον, ἔδοξέ μοι μεταπέμψασθαί τινα τῶν ἐμοὶ μὲν πεπλησιακότων, ἐν ὀλιγαρχίᾳ δὲ πεπολιτευμένον, προῃρημένον δὲ Λακεδαιμονίους ἐπαινεῖν, ἵνʼ εἴ τι παρέλαθεν ἡμᾶς ψεῦδος εἰρημένον, ἐκεῖνος κατιδὼν δηλώσειεν ἡμῖν.