Panathenaicus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.

ταῦτα δὲ διῆλθον οὐκ ἀγνοῶν ὅτι λέγειν τινὲς τολμήσουσιν ὡς ἔξω τῆς ὑποθέσεως τοῖς λόγοις τούτοις ἐχρησάμην. ἐγὼ δʼ οὐδέποτʼ ἂν οἶμαι τοῖς προειρημένοις οἰκειοτέρους λόγους ῥηθῆναι τούτων, οὐδʼ ἐξ ὧν ἄν τις σαφέστερον ἐπιδείξειε τοὺς προγόνους ἡμῶν φρονιμωτέρους ὄντας περὶ τὰ μέγιστα τῶν τήν τε πόλιν τὴν ἡμετέραν καὶ τὴν Σπαρτιατῶν μετὰ τὸν πόλεμον τὸν πρὸς Ξέρξην διοικησάντων.

αὗται μὲν γὰρ ἂν φανεῖεν ἐν ἐκείνοις τε τοῖς χρόνοις πρὸς μὲν τοὺς βαρβάρους εἰρήνην ποιησάμεναι, σφᾶς δʼ αὐτὰς καὶ τὰς ἄλλας πόλεις ἀπολλύουσαι νῦν τε τῶν μὲν Ἑλλήνων ἄρχειν ἀξιοῦσαι, πρὸς δὲ τὸν βασιλέα πρέσβεις πέμπουσαι περὶ φιλίας καὶ συμμαχίας· οἱ δὲ τότε τὴν πόλιν οἰκοῦντες οὐδὲν τούτων ἔπραττον,

ἀλλὰ πᾶν τοὐναντίον· τῶν μὲν γὰρ Ἑλληνίδων πόλεων οὕτως αὐτοῖς ἀπέχεσθαι σφόδρα δεδογμένον ἦν ὥσπερ τοῖς εὐσεβέσι τῶν ἐν τοῖς ἱεροῖς ἀνακειμένων, τῶν δὲ πολέμων ὑπελάμβανον ἀναγκαιότατον μὲν εἶναι καὶ δικαιότατον τὸν μετὰ πάντων ἀνθρώπων πρὸς τὴν ἀγριότητα τῶν θηρίων γιγνόμενον, δεύτερον δὲ τὸν μετὰ τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους τοὺς καὶ φύσει πολεμίους ὄντας καὶ πάντα τὸν χρόνον ἐπιβουλεύοντας ἡμῖν.

τοῦτον δʼ εἴρηκα τὸν λόγον οὐκ αὐτὸς εὑρών, ἀλλʼ ἐκ τῶν ἐκείνοις πεπραγμένων συλλογισάμενος. ὁρῶντες γὰρ τὰς μὲν ἄλλας πόλεις ἐν πολλοῖς κακοῖς καὶ πολέμοις καὶ ταραχαῖς οὔσας, τὴν δʼ αὑτῶν μόνην καλῶς διοικουμένην, οὐχ ἡγήσαντο δεῖν τοὺς ἄμεινον τῶν ἄλλων φρονοῦντας καὶ πράττοντας ἀμελεῖν οὐδὲ περιορᾶν τὰς τῆς αὐτῆς συγγενείας μετεχούσας ἀπολλυμένας, ἀλλὰ σκεπτέον εἶναι καὶ πρακτέον ὅπως ἁπάσας ἀπαλλάξουσι τῶν κακῶν τῶν παρόντων.

ταῦτα δὲ διανοηθέντες τῶν μὲν ἧττον νοσουσῶν πρεσβείαις καὶ λόγοις ἐξαιρεῖν ἐπειρῶντο τὰς διαφοράς, εἰς δὲ τὰς μᾶλλον στασιαζούσας ἐξέπεμπον τῶν πολιτῶν τοὺς μεγίστην παρʼ αὐτοῖς δόξαν ἔχοντας, οἳ περί τε τῶν παρόντων πραγμάτων αὐταῖς συνεβούλευον καὶ συγγιγνόμενοι τοῖς τε μὴ δυναμένοις ἐν ταῖς αὑτῶν ζῆν καὶ τοῖς χεῖρον γεγονόσιν ὧν οἱ νόμοι προστάττουσιν, οἵπερ ὡς ἐπὶ τὸ πολὺ λυμαίνονται τὰς πόλεις, ἔπειθον μεθʼ αὑτῶν στρατεύεσθαι καὶ βίον ζητεῖν βελτίω τοῦ παρόντος.

πολλῶν δὲ γιγνομένων τῶν ταῦτα βουλομένων καὶ πειθομένων, στρατόπεδα συνιστάντες ἐξ αὐτῶν, τούς τε τὰς νήσους κατέχοντας τῶν βαρβάρων καὶ τοὺς ἐφʼ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικοῦντας καταστρεφόμενοι, καὶ πάντας ἐκβαλόντες, τοὺς μάλιστα βίου δεομένους τῶν Ἑλλήνων κατῴκιζον. καὶ ταῦτα πράττοντες καὶ τοῖς ἄλλοις ὑποδεικνύοντες διετέλουν, ἕως ἤκουσαν Σπαρτιάτας τὰς πόλεις τὰς ἐν Πελοποννήσῳ κατοικούσας, ὥσπερ εἶπον, ὑφʼ αὑτοῖς πεποιημένους· μετὰ δὲ ταῦτα τοῖς ἰδίοις ἠναγκάζοντο προσέχειν τὸν νοῦν.

τί οὖν ἐστὶ τὸ συμβεβηκὸς ἀγαθὸν ἐκ τοῦ πολέμου τοῦ περὶ τὰς ἀποικίας καὶ πραγματείας; τοῦτο γὰρ οἶμαι μάλιστα ποθεῖν ἀκοῦσαι τοὺς πολλούς. τοῖς μὲν Ἕλλησιν εὐπορωτέροις γενέσθαι τὰ περὶ τὸν βίον καὶ μᾶλλον ὁμονοεῖν τοσούτων τὸ πλῆθος καὶ τοιούτων ἀνθρώπων ἀπαλλαγεῖσι, τοῖς δὲ βαρβάροις ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον, τοῖς δʼ αἰτίοις τούτων γεγενημένοις εὐδοκιμεῖν καὶ δοκεῖν διπλασίαν πεποιηκέναι τὴν Ἑλλάδα τῆς ἐξ ἀρχῆς συστάσης.

μεῖζον μὲν οὖν εὐεργέτημα τούτου καὶ κοινότερον τοῖς Ἕλλησι γεγενημένον παρὰ τῶν προγόνων τῶν ἡμετέρων οὐκ ἂν δυναίμην ἐξευρεῖν· οἰκειότερον δὲ τῇ περὶ τὸν πόλεμον ἐπιμελείᾳ καὶ δόξης οὐκ ἐλάττονος ἄξιον καὶ πᾶσι φανερώτερον ἴσως ἕξομεν εἰπεῖν. τίς γὰρ οὐκ οἶδεν, ἢ τίς οὐκ ἀκήκοε τῶν τραγῳδοδιδασκάλων Διονυσίοις, τὰς Ἀδράστῳ γενομένας ἐν Θήβαις συμφοράς,