Antidosis
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
ὅτι μὲν οὖν οὐδεὶς οὔθʼ ὑπὸ τῆς δεινότητος τῆς ἐμῆς οὔθʼ ὑπὸ τῶν συγγραμμάτων βέβλαπται τῶν πολιτῶν, τὸν ἐνεστῶτα κίνδυνον ἡγοῦμαι μέγιστον εἶναι τεκμήριον. εἰ γάρ τις ἦν ἠδικημένος, εἰ καὶ τὸν ἄλλον χρόνον ἡσυχίαν εἶχεν, οὐκ ἂν ἠμέλησε τοῦ καιροῦ τοῦ παρόντος, ἀλλʼ ἦλθεν ἂν ἤτοι κατηγορήσων ἢ καταμαρτυρήσων. ὅπου γὰρ ὁ μηδʼ ἀκηκοὼς μηδὲν πώποτε φλαῦρον εἰς ἀγῶνά με τηλικουτονὶ κατέστησεν, ἦ που σφόδρʼ ἂν οἱ κακῶς πεπονθότες ἐπειρῶντʼ ἂν δίκην παρʼ ἐμοῦ λαμβάνειν.
οὐ γὰρ δὴ τοῦτό γʼ ἐστὶν οὔτʼ εἰκὸς οὔτε δυνατόν, ἐμὲ μὲν περὶ πολλοὺς ἡμαρτηκέναι, τοὺς δὲ ταῖς συμφοραῖς διʼ ἐμὲ περιπεπτωκότας ἡσυχίαν ἔχειν καὶ μὴ τολμᾶν ἐγκαλεῖν, ἀλλὰ πραοτέρους ἐν τοῖς ἐμοῖς εἶναι κινδύνοις τῶν μηδὲν ἠδικημένων, ἐξὸν αὐτοῖς δηλώσασιν ἃ πεπόνθασι τὴν μεγίστην παρʼ ἐμοῦ λαβεῖν τιμωρίαν.
ἀλλὰ γὰρ οὔτε πρότερον οὔτε νῦν οὐδείς μοι φανήσεται τοιοῦτον οὐδὲν ἐγκαλέσας. ὥστʼ εἰ συγχωρήσαιμι τῷ κατηγόρῳ καὶ προσομολογήσαιμι πάντων ἀνθρώπων εἶναι δεινότατος, καὶ συγγραφεὺς τῶν λόγων τῶν λυπούντων ὑμᾶς τοιοῦτος οἷος οὐδεὶς ἄλλος γέγονε, πολὺ ἂν δικαιότερον ἐπιεικὴς εἶναι δοκοίην ἢ ζημιωθείην.