On the Peace

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.

πρὸς μὲν οὖν τοὺς εἰκῇ τὰς ἐπιλήψεις ποιουμένους οὐ χαλεπὸν ἀντειπεῖν· εἰ δὲ δή τίς μοι παραστὰς τῶν ἐπιεικέστερον διακειμένων ἀληθῆ μὲν λέγειν με προσομολογήσειε καὶ προσηκόντως ἐπιτιμᾶν τοῖς γιγνομένοις, δίκαιον δʼ εἶναι φαίη τοὺς ἐπʼ εὐνοίᾳ νουθετοῦντας μὴ μόνον κατηγορεῖν τῶν πεπραγμένων,

ἀλλὰ καὶ συμβουλεύειν τίνων ἀπεχόμενοι καὶ ποίων ὀρεγόμενοι παυσαίμεθʼ ἂν ταύτην ἔχοντες τὴν γνώμην καὶ τοιαῦτʼ ἐξαμαρτάνοντες, οὗτος ὁ λόγος ἀπορεῖν ἄν με ποιήσειεν ἀποκρίσεως, οὐκ ἀληθοῦς καὶ συμφερούσης, ἀλλʼ ἀρεσκούσης ὑμῖν. οὐ μὴν ἀλλʼ ἐπειδή περ ἀποκεκαλυμμένως ὥρμημαι λέγειν, οὐκ ἀποκνητέον ἀποφήνασθαι καὶ περὶ τούτων.

ἃ μὲν οὖν ὑπάρχειν δεῖ τοῖς μέλλουσιν εὐδαιμονήσειν, τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην[*](καὶ τὴν δικαιοσύνηνmost MSS.: om.ΓΕ.) καὶ τὴν ἄλλην ἀρετὴν ὀλίγῳ πρότερον εἰρήκαμεν· ὡς δʼ ἂν τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν, ἀληθὲς μέν ἐστι τὸ ῥηθησόμενον, ἴσως δʼ ἂν ἀκούσασιν ὑμῖν δεινὸν εἶναι δόξειε καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον διανοίας.

ἐγὼ γὰρ ἡγοῦμαι καὶ τὴν πόλιν ἡμᾶς ἄμεινον οἰκήσειν καὶ βελτίους αὐτοὺς ἔσεσθαι καὶ πρὸς ἁπάσας τὰς πράξεις ἐπιδώσειν, ἢν παυσώμεθα τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες. αὕτη γάρ ἐστιν ἡ καὶ νῦν εἰς ταραχὴν ἡμᾶς καθιστᾶσα, καὶ τὴν δημοκρατίαν ἐκείνην καταλύσασα μεθʼ ἧς οἱ πρόγονοι ζῶντες εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν, καὶ σχεδὸν ἁπάντων αἰτία τῶν κακῶν ὧν αὐτοί τʼ ἔχομεν καὶ τοῖς ἄλλοις παρέχομεν.

οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστι δυναστείας ὑπὸ πάντων ἐρωμένης καὶ περιμαχήτου γεγενημένης κατηγοροῦντα δοκεῖν ἀνεκτόν τι λέγειν· ὅμως δʼ ἐπειδή περ ὑπεμείνατε καὶ τοὺς ἄλλους λόγους, ἀληθεῖς μὲν ὄντας φιλαπεχθήμονας δέ, καὶ τοῦτον ὑμῶν ἀνασχέσθαι δέομαι,

καὶ μὴ καταγνῶναί μου τοιαύτην μανίαν, ὡς ἄρʼ ἐγὼ προειλόμην ἂν διαλεχθῆναι πρὸς ὑμᾶς περὶ πραγμάτων οὕτω παραδόξων, εἰ μή τι λέγειν ἀληθὲς εἶχον περὶ αὐτῶν. νῦν δʼ οἶμαι πᾶσι φανερὸν ποιήσειν ὡς οὔτε δικαίας ἀρχῆς ἐπιθυμοῦμεν οὔτε γενέσθαι δυνατῆς οὔτε συμφερούσης ἡμῖν.

ὅτι μὲν οὖν οὐ δικαίας, παρʼ ὑμῶν μαθὼν ὑμᾶς ἔχω διδάσκειν. ὅτε γὰρ Λακεδαιμόνιοι ταύτην εἶχον τὴν δύναμιν, ποίους λόγους οὐκ ἀνηλώσαμεν κατηγοροῦντες μὲν τῆς ἐκείνων ἀρχῆς, διεξιόντες δʼ ὡς δίκαιόν ἐστιν αὐτονόμους εἶναι τοὺς Ἕλληνας;

τίνας δὲ τῶν πόλεων τῶν ἐλλογίμων οὐ παρεκαλέσαμεν ἐπὶ τὴν συμμαχίαν τὴν ὑπὲρ τούτων συστᾶσαν; πόσας δὲ πρεσβείας ὡς βασιλέα τὸν μέγαν ἀπεστείλαμεν, διδαξούσας αὐτὸν ὡς οὔτε δίκαιόν ἐστιν οὔτε συμφέρον μίαν πόλιν κυρίαν εἶναι τῶν Ἑλλήνων; οὐ πρότερον δʼ ἐπαυσάμεθα πολεμοῦντες καὶ κινδυνεύοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, πρὶν ἠθέλησαν Λακεδαιμόνιοι ποιήσασθαι τὰς συνθήκας τὰς περὶ τῆς αὐτονομίας.

ὅτι μὲν οὖν οὐ δίκαιόν ἐστι τοὺς κρείττους τῶν ἡττόνων ἄρχειν, ἐν ἐκείνοις τε τοῖς χρόνοις τυγχάνομεν ἐγνωκότες, καὶ νῦν ἐπὶ τῆς πολιτείας τῆς παρʼ ἡμῖν καθεστηκυίας· ὡς δʼ οὐδʼ ἂν δυνηθείημεν τὴν ἀρχὴν ταύτην καταστήσασθαι, ταχέως οἶμαι δηλώσειν. ἣν γὰρ μετὰ μυρίων ταλάντων οὐχ οἷοί τʼ ἦμεν διαφυλάξαι, πῶς ἂν ταύτην ἐκ τῆς παρούσης ἀπορίας κτήσασθαι δυνηθεῖμεν, ἄλλως τε καὶ χρώμενοι τοῖς ἤθεσιν οὐχ οἷς ἐλάβομεν ἀλλʼ οἷς ἀπωλέσαμεν αὐτήν;

ὡς τοίνυν οὐδὲ δέξασθαι διδομένην τῇ πόλει συμφέρει, δοκεῖτέ μοι τάχιστʼ ἂν ἐκεῖθεν καταμαθεῖν. μᾶλλον δὲ καὶ περὶ τούτων βούλομαι μικρὰ προειπεῖν· δέδοικα γὰρ μὴ διὰ τὸ πολλοῖς ἐπιτιμᾶν δόξω τισὶ προῃρῆσθαι τῆς πόλεως κατηγορεῖν.

ἐγὼ δʼ εἰ μὲν πρὸς ἄλλους τινὰς ἐπεχείρουν οὕτω διεξιέναι περὶ τῶν πραγμάτων, εἰκότως ἂν εἶχον τὴν αἰτίαν ταύτην· νῦν δὲ πρὸς ὑμᾶς ποιοῦμαι τοὺς λόγους, οὐ διαβάλλειν ἑτέροις ἐπιθυμῶν, ἀλλʼ αὐτοὺς βουλόμενος παῦσαι τῶν τοιούτων ἔργων, καὶ τὴν εἰρήνην, περὶ ἧς ἅπας ὁ λόγος ἐστί, βεβαίως καὶ τὴν πόλιν καὶ τοὺς ἄλλους Ἕλληνας ἀγαγεῖν.

ἀνάγκη δὲ τοὺς νουθετοῦντας καὶ τοὺς κατηγοροῦντας τοῖς μὲν λόγοις χρῆσθαι παραπλησίοις, τὰς δὲ διανοίας ἔχειν ἀλλήλοις ὡς οἷόν τʼ ἐναντιωτάτας. ὥστε περὶ τῶν ταὐτὰ λεγόντων οὐκ ἀεὶ προσήκει τὴν αὐτὴν ὑμᾶς γνώμην ἔχειν, ἀλλὰ τοὺς μὲν ἐπὶ βλάβῃ λοιδοροῦντας μισεῖν ὡς κακόνους ὄντας τῇ πόλει, τοὺς δʼ ἐπʼ ὠφελία νουθετοῦντας ἐπαινεῖν καὶ βελτίστους τῶν πολιτῶν νομίζειν,

καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον δηλῶσαι τὰς πονηρὰς τῶν πράξεων καὶ τὰς συμφορὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας· οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ, βελτιόνων ἐπιθυμῆσαι πραγμάτων. ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ τῶν εἰρμένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων ταῦτʼ ἔχω λέγειν πρὸς ὑμᾶς· ὅθεν δʼ ἀπέλιπον, πάλιν ποιήσομαι τὴν ἀρχήν.

ἔφασκον γὰρ ἐκεῖθεν κάλλιστʼ ἂν ὑμᾶς καταμαθεῖν ὡς οὐ συμφέρει λαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν, εἰ σκέψαισθε τίνα τρόπον ἡ πόλις διέκειτο πρὶν τὴν δύναμιν ταύτην κτήσασθαι, καὶ πῶς ἐπειδὴ κατέσχεν αὐτήν· ἢν γὰρ ταῦτα παρʼ ἄλληλα τῇ διανοία θεωρήσητε, γνώσεσθʼ ὅσων κακῶν αἰτία τῇ πόλει γέγονεν.

ἡ μὲν τοίνυν πολιτεία τοσούτω βελτίων ἦν καὶ κρείττων ἡ τότε τῆς ὕστερον καταστάσης, ὅσῳ περ Ἀριστείδης καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης ἄνδρες ἀμείνους ἦσαν Ὑπερβόλου καὶ Κλεοφῶντος καὶ τῶν νῦν δημηγορούντων· τὸν δὲ δῆμον εὑρήσετε τὸν τότε πολιτευόμενον οὐκ ἀργίας οὐδʼ ἀπορίας οὐδʼ ἐλπίδων κενῶν ὄντα μεστόν,

ἀλλὰ νικᾶν μὲν δυνάμενον ἐν ταῖς μάχαις ἅπαντας τοὺς εἰς τὴν χώραν εἰσβάλλοντας, ἀριστείων δʼ ἀξιούμενον ἐν τοῖς ὑπὲρ τῆς Ἑλλάδος κινδύνοις, οὕτω δὲ πιστευόμενον ὥστε τὰς πλείστας αὐτῷ τῶν πόλεων ἑκούσας ἐγχειρίσαι σφᾶς αὐτάς.

τούτων δʼ ὑπαρχόντων, ἀντὶ μὲν τῆς πολιτείας τῆς παρὰ πᾶσιν εὐδοκιμούσης ἐπὶ τοιαύτην ἀκολασίαν ἡ δύναμις ἡμᾶς αὕτη προήγαγεν, ἣν οὐδεὶς ἂν ἀνθρώπων ἐπαινέσειεν· ἀντὶ δὲ τοῦ νικᾶν τοὺς ἐπιστρατεύοντας οὕτω τοὺς πολίτας ἐπαίδευσεν, ὥστε μηδὲ πρὸ τῶν τειχῶν τολμᾶν ἐπεξιέναι τοῖς πολεμίοις·

ἀντὶ δὲ τῆς εὐνοίας τῆς παρὰ τῶν συμμάχων αὐτοῖς ὑπαρχούσης καὶ τῆς δόξης τῆς παρὰ τῶν ἄλλων Ἑλλήνων εἰς τοσοῦτον μῖσος κατέστησεν, ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξανδραποδισθῆναι τὴν πόλιν, εἰ μὴ Λακεδαιμονίων τῶν ἐξ ἀρχῆς πολεμούντων εὐνουστέρων ἐτύχομεν ἢ τῶν πρότερον ἡμῖν συμμάχων ὄντων.

οἷς οὐκ ἂν δικαίως ἐγκαλοῖμεν, ὅτι χαλεπῶς πρὸς ἡμᾶς διετέθησαν· οὐ γὰρ ὑπάρχοντες ἀλλʼ ἀμυνόμενοι καὶ πολλὰ καὶ δεινὰ παθόντες τοιαύτην γνώμην ἔσχον περὶ ἡμᾶς· τίς γὰρ ἂν ὑπέμεινε τὴν ἀσέλγειαν τῶν πατέρων τῶν ἡμετέρων, οἳ συναγαγόντες ἐξ ἁπάσης τῆς Ἑλλάδος τοὺς ἀργοτάτους καὶ τοὺς ἁπασῶν τῶν πονηριῶν μετέχοντας, πληροῦντες τούτων τὰς τριήρεις, ἀπηχθάνοντο τοῖς Ἕλλησι, καὶ τοὺς μὲν βελτίστους τῶν ἐν ταῖς ἄλλαις πόλεσιν ἐξέβαλλον, τοῖς δὲ πονηροτάτοις τῶν Ἑλλήνων τἀκείνων διένεμον;

ἀλλὰ γὰρ εἰ τολμήσαιμι περὶ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις γενομένων ἀκριβῶς διελθεῖν, ὑμᾶς μὲν ἴσως ἂν ποιήσαιμι βέλτιον βουλεύσασθαι περὶ τῶν παρόντων, αὐτὸς δʼ ἂν διαβληθείην· εἰώθατε γὰρ μισεῖν οὐχ οὕτω τοὺς αἰτίους τῶν ἁμαρτημάτων ὡς τοὺς κατηγοροῦντας αὐτῶν.