Evagoras
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
ἀλλʼ ὅμως Εὐαγόρας πάσαις ἀπολελειμμένος ταῖς δυνάμεσιν, ἀντιτάξας τὴν αὑτοῦ γνώμην πρὸς τὰς οὕτως ὑπερμεγέθεις παρασκευάς, ἐπέδειξεν αὑτὸν ἐν τούτοις πολὺ θαυμαστότερον ἢ τοῖς ἄλλοις τοῖς προειρημένοις. ὅτε μὲν γὰρ αὐτὸν εἴων εἰρήνην ἄγειν,
τὴν αὑτοῦ πόλιν μόνην εἶχεν· ἐπειδὴ δʼ ἠναγκάσθη πολεμεῖν, τοιοῦτος ἦν καὶ τοιοῦτον εἶχε Πνυταγόραν τὸν υἱὸν τὸν αὑτοῦ συναγωνιστὴν ὥστε μικροῦ μὲν ἐδέησε Κύπρον ἅπασαν κατασχεῖν, Φοινίκην δʼ ἐπόρθησε, Τύρον δὲ κατὰ κράτος εἷλε, Κιλικίαν δὲ βασιλέως ἀπέστησε, τοσούτους δὲ τῶν πολεμίων ἀπώλεσεν ὥστε πολλοὺς Περσῶν πενθοῦντας τὰς αὑτῶν συμφορὰς μεμνῆσθαι τῆς ἀρετῆς τῆς ἐκείνου·
τελευτῶν δʼ οὕτως ἐνέπλησεν αὐτοὺς τοῦ πολεμεῖν, ὥστʼ εἰθισμένων τὸν ἄλλον χρόνον τῶν βασιλέων μὴ διαλλάττεσθαι τοῖς ἀποστᾶσι πρὶν κύριοι γένοιντο τῶν σωμάτων, ἄσμενοι τὴν εἰρήνην ἐποιήσαντο, λύσαντες μὲν τὸν νόμον τοῦτον, οὐδὲν δὲ κινήσαντες τῆς Εὐαγόρου τυραννίδος.
καὶ Λακεδαιμονίων μὲν τῶν καὶ δόξαν καὶ δύναμιν μεγίστην ἐχόντων κατʼ ἐκεῖνον τὸν χρόνον ἐντὸς τριῶν ἐτῶν ἀφείλετο τὴν ἀρχήν, Εὐαγόρα δὲ πολεμήσας ἔτη δέκα τῶν αὐτῶν κύριον αὐτὸν κατέλιπεν, ὧνπερ ἦν καὶ πρὶν εἰς τὸν πόλεμον εἰσελθεῖν. ὃ δὲ πάντων δεινότατον· τὴν γὰρ πόλιν, ἣν Εὐαγόρας ἑτέρου τυραννοῦντος μετὰ πεντήκοντʼ ἀνδρῶν εἷλε, ταύτην βασιλεὺς ὁ μέγας τοσαύτην δύναμιν ἔχων οὐχ οἷός τʼ ἐγένετο χειρώσασθαι.
καίτοι πῶς ἄν τις τὴν ἀνδρίαν ἢ τὴν φρόνησιν ἢ σύμπασαν τὴν ἀρετὴν τὴν Εὐαγόρου φανερώτερον ἐπιδείξειεν ἢ διὰ τοιούτων ἔργων καὶ κινδύνων; οὐ γὰρ μόνον φανεῖται τοὺς ἄλλους πολέμους, ἀλλὰ καὶ τὸν τῶν ἡρώων ὑπερβαλόμενος, τὸν ὑπὸ πάντων ἀνθρώπων ὑμνούμενον. οἱ μὲν γὰρ μεθʼ ἁπάσης τῆς Ἑλλάδος Τροίαν μόνην εἷλον, ὁ δὲ μίαν πόλιν ἔχων πρὸς ἅπασαν τὴν Ἀσίαν ἐπολέμησεν· ὥστʼ εἰ τοσοῦτοι τὸ πλῆθος ἐγκωμιάζειν αὐτὸν ἠβουλήθησαν ὅσοι περ ἐκείνους, πολὺ ἂν μείζω καὶ τὴν δόξαν αὐτῶν ἔλαβεν.
τίνα γὰρ εὑρήσομεν τῶν τότε γενομένων, εἰ τοὺς μύθους ἀφέντες τὴν ἀλήθειαν σκοποῖμεν, τοιαῦτα διαπεπραγμένον, ἢ τίνα τοσούτων μεταβολῶν ἐν τοῖς πράγμασιν αἴτιον γεγενημένον; ὃς αὑτὸν μὲν ἐξ ἰδιώτου τύραννον κατέστησε, τὸ δὲ γένος ἅπαν ἀπεληλαμένον τῆς πολιτείας εἰς τὰς προσηκούσας τιμὰς πάλιν ἐπανήγαγε, τοὺς δὲ πολίτας ἐκ βαρβάρων μὲν Ἕλληνας ἐποίησεν,
ἐξ ἀνάνδρων δὲ πολεμικούς, ἐξ ἀδόξων δʼ ὀνομαστούς, τὸν δὲ τόπον ἄμικτον ὅλον παραλαβὼν καὶ παντάπασιν ἐξηγριωμένον ἡμερώτερον καὶ πραότερον κατέστησεν, ἔτι δὲ πρὸς τούτοις εἰς ἔχθραν μὲν βασιλεῖ καταστὰς οὕτως αὐτὸν ἠμύνατο καλῶς ὥστʼ ἀείμνηστον γεγενῆσθαι τὸν πόλεμον τὸν περὶ Κύπρον, ὅτε δʼ ἦν αὐτῷ σύμμαχος, τοσούτῳ χρησιμώτερον αὑτὸν παρέσχε τῶν ἄλλων
ὥσθʼ ὁμολογουμένως μεγίστην αὐτῷ συμβαλέσθαι δύναμιν εἰς τὴν ναυμαχίαν τὴν περὶ Κνίδον, ἧς γενομένης βασιλεὺς μὲν ἁπάσης τῆς Ἀσίας κύριος κατέστη, Λακεδαιμόνιοι δʼ ἀντὶ τοῦ τὴν ἤπειρον πορθεῖν περὶ τῆς αὑτῶν κινδυνεύειν ἠναγκάσθησαν, οἱ δʼ Ἕλληνες ἀντὶ δουλείας αὐτονομίας ἔτυχον, Ἀθηναῖοι δὲ τοσοῦτον ἐπέδοσαν ὥστε τοὺς πρότερον αὐτῶν ἄρχοντας ἐλθεῖν αὐτοῖς τὴν ἀρχὴν δώσοντας.
ὥστʼ εἴ τις ἔροιτό με, τί νομίζω μέγιστον εἶναι τῶν Εὐαγόρᾳ πεπραγμένων, πότερον τὰς ἐπιμελείας καὶ τὰς παρασκευὰς τὰς πρὸς Λακεδαιμονίους ἐξ ὧν τὰ προειρημένα γέγονεν, ἢ τὸν τελευταῖον πόλεμον, ἢ τὴν κατάληψιν τῆς βασιλείας, ἢ τὴν ὅλην τῶν πραγμάτων διοίκησιν, εἰς πολλὴν ἀπορίαν ἂν κατασταίην· ἀεὶ γάρ μοι δοκεῖ μέγιστον εἶναι καὶ θαυμαστότατον καθʼ ὅ τι ἂν αὐτῶν ἐπιστήσω τὴν διάνοιαν.
ὥστʼ εἴ τινες τῶν προγεγενημένων διʼ ἀρετὴν ἀθάνατοι γεγόνασιν, οἶμαι κἀκεῖνον ἠξιῶσθαι ταύτης τῆς δωρεᾶς, σημείοις χρώμενος ὅτι καὶ τὸν ἐνθάδε χρόνον εὐτυχέστερον καὶ θεοφιλέστερον ἐκείνων διαβεβίωκεν. τῶν μὲν γὰρ ἡμιθέων τοὺς πλείστους καὶ τοὺς ὀνομαστοτάτους εὑρήσομεν ταῖς μεγίσταις συμφοραῖς περιπεσόντας, Εὐαγόρας δʼ οὐ μόνον θαυμαστότατος ἀλλὰ καὶ μακαριστότατος ἐξ ἀρχῆς ὢν διετέλεσεν.
τί γὰρ ἀπέλιπεν εὐδαιμονίας, ὃς τοιούτων μὲν προγόνων ἔτυχεν οἵων οὐδεὶς ἄλλος, πλὴν εἴ τις ἀπὸ τῶν αὐτῶν ἐκείνῳ γέγονεν, τοσοῦτον δὲ καὶ τῷ σώματι καὶ τῇ γνώμῃ τῶν ἄλλων διήνεγκεν ὥστε μὴ μόνον Σαλαμῖνος ἀλλὰ καὶ τῆς Ἀσίας ἁπάσης ἄξιος εἶναι τυραννεῖν, κάλλιστα δὲ κτησάμενος τὴν βασιλείαν ἐν ταύτῃ τὸν βίον διετέλεσε, θνητὸς δὲ γενόμενος ἀθάνατον τὴν περὶ αὑτοῦ μνήμην κατέλιπε, τοσοῦτον δʼ ἐβίω χρόνον ὥστε μήτε τοῦ γήρως ἄμοιρος γενέσθαι μήτε τῶν νόσων μετασχεῖν τῶν διὰ ταύτην τὴν ἡλικίαν γιγνομένων.
πρὸς δὲ τούτοις, ὃ δοκεῖ σπανιώτατον εἶναι καὶ χαλεπώτατον, εὐπαιδίας τυχεῖν ἅμα καὶ πολυπαιδίας, οὐδὲ τούτου διήμαρτεν, ἀλλὰ καὶ τοῦτʼ αὐτῷ συνέπεσεν. καὶ τὸ μέγιστον, ὅτι τῶν ἐξ αὑτοῦ γεγονότων οὐδένα[*](οὐδέναMSS.:οὐδὲν Γ(1)and Blass.) κατέλιπεν ἰδιωτικοῖς ὀνόμασι προσαγορευόμενον, ἀλλὰ τὸν μὲν βασιλέα καλούμενον, τοὺς δʼ ἄνακτας, τὰς δʼ ἀνάσσας. ὥστʼ εἴ τινες τῶν ποιητῶν περί τινος τῶν προγεγενημένων ὑπερβολαῖς κέχρηνται, λέγοντες ὡς ἦν θεὸς ἐν ἀνθρώποις ἢ δαίμων θνητός, ἅπαντα τὰ τοιαῦτα περὶ τὴν ἐκείνου φύσιν ῥηθῆναι μάλιστʼ ἂν ἁρμόσειεν.
τῶν μὲν οὖν εἰς Εὐαγόραν πολλὰ μὲν οἶμαι παραλιπεῖν· ὑστερίζω γὰρ τῆς ἀκμῆς τῆς ἐμαυτοῦ, μεθʼ ἧς ἀκριβέστερον καὶ φιλοπονώτερον ἐξειργασάμην ἂν τὸν ἔπαινον τοῦτον· οὐ μὴν ἀλλὰ καὶ νῦν, ὅσον κατὰ τὴν ἐμὴν δύναμιν, οὐκ ἀνεγκωμίαστός ἐστιν. ἐγὼ δʼ, ὦ Νικόκλεις, ἡγοῦμαι καλὰ μὲν εἶναι μνημεῖα καὶ τὰς τῶν σωμάτων εἰκόνας, πολὺ μέντοι πλείονος ἀξίας τὰς τῶν πράξεων καὶ τῆς διανοίας, ἃς ἐν τοῖς λόγοις ἄν τις μόνον τοῖς τεχνικῶς ἔχουσι θεωρήσειεν.
προκρίνω δὲ ταύτας πρῶτον μὲν εἰδὼς τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν οὐχ οὕτως ἐπὶ τῷ κάλλει τοῦ σώματος σεμνυνομένους ὡς ἐπὶ τοῖς ἔργοις καὶ τῇ γνώμῃ φιλοτιμουμένους· ἔπειθʼ ὅτι τοὺς μὲν τύπους ἀναγκαῖον παρὰ τούτοις εἶναι μόνοις, παρʼ οἷς ἂν σταθῶσι, τοὺς δὲ λόγους ἐξενεχθῆναί θʼ οἷόν τʼ ἐστὶν εἰς τὴν Ἑλλάδα καί, διαδοθέντας ἐν ταῖς τῶν εὖ φρονούντων διατριβαῖς, ἀγαπᾶσθαι παρʼ οἷς κρεῖττόν ἐστιν ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν·
πρὸς δὲ τούτοις ὅτι τοῖς μὲν πεπλασμένοις καὶ τοῖς γεγραμμένοις οὐδεὶς ἂν τὴν τοῦ σώματος φύσιν ὁμοιώσειε, τοὺς δὲ τρόπους τοὺς ἀλλήλων καὶ τὰς διανοίας τὰς ἐν τοῖς λεγομένοις ἐνούσας ῥᾴδιόν ἐστι μιμεῖσθαι τοῖς μὴ ῥᾳθυμεῖν αἱρουμένοις, ἀλλὰ χρηστοῖς εἶναι βουλομένοις.
ὧν ἕνεκα καὶ μᾶλλον ἐπεχείρησα γράφειν τὸν λόγον τοῦτον, ἡγούμενος καὶ σοὶ καὶ τοῖς σοῖς παισὶ καὶ τοῖς ἄλλοις τοῖς ἀπʼ Εὐαγόρου γεγονόσι πολὺ καλλίστην ἂν γενέσθαι ταύτην παράκλησιν, εἴ τις ἀθροίσας τὰς ἀρετὰς τὰς ἐκείνου καὶ τῷ λόγῳ κοσμήσας παραδοίη θεωρεῖν ὑμῖν καὶ συνδιατρίβειν αὐταῖς.
τοὺς μὲν γὰρ ἄλλους προτρέπομεν ἐπὶ τὴν φιλοσοφίαν ἑτέρους ἐπαινοῦντες, ἵνα ζηλοῦντες τοὺς εὐλογουμένους τῶν αὐτῶν ἐκείνοις ἐπιτηδευμάτων ἐπιθυμῶσιν, ἐγὼ δὲ σὲ καὶ τοὺς σοὺς οὐκ ἀλλοτρίοις παραδείγμασι χρώμενος ἀλλʼ οἰκείοις παρακαλῶ, καὶ συμβουλεύω προσέχειν τὸν νοῦν, ὅπως καὶ λέγειν καὶ πράττειν μηδενὸς ἧττον δυνήσει τῶν Ἑλλήνων.
καὶ μὴ νόμιζέ με καταγιγνώσκειν, ὡς νῦν ἀμελεῖς, ὅτι πολλάκις σοι διακελεύομαι περὶ τῶν αὐτῶν. οὐ γὰρ οὔτʼ ἐμὲ λέληθας οὔτε τοὺς ἄλλους ὅτι καὶ πρῶτος καὶ μόνος τῶν ἐν τυραννίδι καὶ πλούτῳ καὶ τρυφαῖς ὄντων φιλοσοφεῖν καὶ πονεῖν ἐπικεχείρηκας, οὐδʼ ὅτι πολλοὺς τῶν βασιλέων ποιήσεις ζηλώσαντας τὴν σὴν παίδευσιν τούτων τῶν διατριβῶν ἐπιθυμεῖν, ἀφεμένους ἐφʼ οἷς νῦν λίαν χαίρουσιν.
ἀλλʼ ὅμως ἐγὼ ταῦτʼ εἰδὼς οὐδὲν ἧττον καὶ ποιῶ καὶ ποιήσω ταὐτὸν ὅπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ θεαταί· καὶ γὰρ ἐκεῖνοι παρακελεύονται τῶν δρομέων οὐ τοῖς ἀπολελειμμένοις ἀλλὰ τοῖς περὶ τῆς νίκης ἁμιλλωμένοις.
ἐμὸν μὲν οὖν ἔργον καὶ τῶν ἄλλων φίλων τοιαῦτα καὶ λέγειν καὶ γράφειν ἐξ ὧν μέλλομέν σε παροξύνειν ὀρέγεσθαι τούτων, ὧνπερ καὶ νῦν τυγχάνεις ἐπιθυμῶν· σοὶ δὲ προσήκει μηδὲν ἐλλείπειν ἀλλʼ ὥσπερ ἐν τῷ παρόντι καὶ τὸν λοιπὸν χρόνον ἐπιμελεῖσθαι καὶ τὴν ψυχὴν ἀσκεῖν, ὅπως ἄξιος ἔσει καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων προγόνων. ὡς ἅπασι μὲν προσήκει περὶ πολλοῦ ποιεῖσθαι τὴν φρόνησιν, μάλιστα δʼ ὑμῖν τοῖς πλείστων καὶ μεγίστων κυρίοις οὖσιν.