Plataicus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

οἳ πῶς ἂν διατεθεῖεν, εἴ τις ἄρα τοῖς ἐκεῖ φρόνησίς ἐστι περὶ τῶν ἐνθάδε γιγνομένων, εἰ κυρίων ὑμῶν ὄντων αἴσθοιντο τοὺς μὲν δουλεύειν τοῖς βαρβάροις ἀξιώσαντας δεσπότας τῶν ἄλλων καθισταμένους, ἡμᾶς δὲ τοὺς ὑπὲρ τῆς ἐλευθερίας συναγωνισαμένους μόνους τῶν Ἑλλήνων ἀναστάτους γεγενημένους, καὶ τοὺς μὲν τῶν συγκινδυνευσάντων τάφους μὴ τυγχάνοντας τῶν νομιζομένων σπάνει τῶν ἐποισόντων, Θηβαίους δὲ τοὺς τἀναντία παραταξαμένους κρατοῦντας τῆς χώρας ἐκείνης;

ἐνθυμεῖσθε δʼ ὅτι Λακεδαιμονίων μεγίστην ἐποιεῖσθε κατηγορίαν, ὅτι Θηβαίοις χαριζόμενοι τοῖς τῶν Ἑλλήνων προδόταις ἡμᾶς τοὺς εὐεργέτας διέφθειραν. μὴ τοίνυν ἐάσητε ταύτας τὰς βλασφημίας περὶ τὴν ὑμετέραν γενέσθαι πόλιν, μηδὲ τὴν ὕβριν τὴν τούτων ἀντὶ τῆς παρούσης ἕλησθε δόξης.

πολλῶν δʼ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις ὑμᾶς ἐπαγάγοι μᾶλλον φροντίσαι τῆς ἡμετέρας σωτηρίας οὐ δύναμαι πάντα περιλαβεῖν, ἀλλʼ αὐτοὺς χρὴ καὶ τὰ παραλελειμμένα συνιδόντας καὶ μνησθέντας μάλιστα μὲν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, ἔπειτα δὲ καὶ τῆς ἡμετέρας εὐνοίας καὶ τῆς τούτων ἔχθρας, ψηφίσασθαί τι περὶ ἡμῶν δίκαιον.[*](τι περὶ ἡμῶν δίκαιον ΓΕ· τὰ δίκαια περὶ ἡμῶνvulg.)