Plataicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
καὶ Χῖοι μὲν καὶ Μυτιληναῖοι καὶ Βυζάντιοι συμπαρέμειναν, οὗτοι δὲ τηλικαύτην πόλιν οἰκοῦντες οὐδὲ κοινοὺς σφᾶς αὐτοὺς παρασχεῖν ἐτόλμησαν, ἀλλʼ εἰς τοῦτʼ ἀνανδρίας καὶ πονηρίας ἦλθον, ὥστʼ ὤμοσαν ἦ μὴν ἀκολουθήσειν μετʼ ἐκείνων ἐφʼ ὑμᾶς τοὺς διασώσαντας τὴν πόλιν αὐτῶν· ὑπὲρ ὧν δόντες τοῖς θεοῖς δίκην καὶ τῆς Καδμείας καταληφθείσης ἠναγκάσθησαν ἐνθάδε καταφυγεῖν. ὅθεν καὶ μάλιστʼ ἐπεδείξαντο τὴν αὑτῶν ἀπιστίαν·
σωθέντες γὰρ πάλιν διὰ τῆς ὑμετέρας δυνάμεως καὶ κατελθόντες εἰς τὴν αὑτῶν οὐδένα χρόνον ἐνέμειναν, ἀλλʼ εὐθὺς εἰς Λακεδαίμονα πρέσβεις ἀπέστελλον, ἕτοιμοι δουλεύειν ὄντες καὶ μηδὲν κινεῖν τῶν πρότερον πρὸς αὐτοὺς ὡμολογημένων. καὶ τί δεῖ μακρολογεῖν; εἰ γὰρ μὴ προσέταττον ἐκεῖνοι τούς τε φεύγοντας καταδέχεσθαι καὶ τοὺς αὐτόχειρας ἐξείργειν, οὐδὲν ἂν ἐκώλυεν αὐτοὺς μετὰ τῶν ἠδικηκότων ἐφʼ ὑμᾶς τοὺς εὐεργέτας στρατεύεσθαι.
καὶ τοιοῦτοι μὲν νεωστὶ περὶ τὴν πόλιν τήνδε γεγενημένοι, τὸ δὲ παλαιὸν ἁπάσης τῆς Ἑλλάδος προδόται καταστάντες, αὐτοὶ μὲν ὑπὲρ οὕτως ἑκουσίων σίων καὶ μεγάλων ἀδικημάτων συγγνώμης τυχεῖν ἠξιώθησαν, ἡμῖν δʼ ὑπὲρ ὧν ἠναγκάσθημεν, οὐδεμίαν ἔχειν οἴονται δεῖν, ἀλλὰ τολμῶσιν ὄντες Θηβαῖοι λακωνισμὸν ἑτέροις ὀνειδίζειν, οὓς πάντες ἴσμεν πλεῖστον χρόνον Λακεδαιμονίοις δεδουλευκότας καὶ προθυμότερον ὑπὲρ τῆς ἐκείνων ἀρχῆς ἢ τῆς αὑτῶν σωτηρίας πεπολεμηκότας.