Plataicus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

νῦν δὲ τὰς μὲν οὐσίας τὰς ἡμετέρας ἰδίᾳ διηρπάκασι, τῆς δὲ διαβολῆς ἅπασι τοῖς συμμάχοις ἥκουσι μεταδώσοντες. ἣν ὑμεῖς, ἢν σωφρονῆτε, φυλάξεσθε· πολὺ γὰρ κάλλιον τούτους ἀναγκάσαι μιμήσασθαι τὴν ὁσιότητα τὴν ὑμετέραν ἢ τῆς τούτων παρανομίας αὐτοὺς πεισθῆναι μετασχεῖν, οἳ μηδὲν τῶν αὐτῶν τοῖς ἄλλοις γιγνώσκουσιν.

οἶμαι γὰρ ἅπασι φανερὸν εἶναι διότι προσήκει τοὺς εὖ φρονοῦντας ἐν μὲν τῷ πολέμῳ σκοπεῖν ὅπως ἐκ παντὸς τρόπου πλέον ἕξουσι τῶν ἐχθρῶν, ἐπειδὰν δʼ εἰρήνη γένηται, μηδὲν περὶ πλείονος ποιεῖσθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν.

οὗτοι δὲ τότε μὲν ἐν ἁπάσαις ταῖς πρεσβείαις ὑπὲρ τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας ἐποιοῦντο τοὺς λόγους· ἐπειδὴ δὲ νομίζουσιν αὑτοῖς ἄδειαν γεγενῆσθαι, πάντων τῶν ἄλλων ἀμελήσαντες ὑπὲρ τῶν ἰδίων κερδῶν καὶ τῆς αὑτῶν βίας λέγειν τολμῶσι,