Aegineticus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· ἵνα δὲ μηδεὶς οἴηται μήτʼ ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενημένην περὶ Θρασύλοχον ἀποστερεῖσθαι τῶν χρημάτων, βούλομαι καὶ περὶ τούτων εἰπεῖν. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλʼ ὡς καὶ δικαίως ταῦτʼ ἔπραξεν. ῥᾳδίας δʼ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι.
τοσοῦτον γὰρ διηνέγκαμεν ὥσθʼ αὕτη μὲν ἡ κατὰ γένος ἀμφισβητοῦσα πάντα τὸν χρόνον διετέλεσε καὶ πρὸς αὐτὸν ἐκεῖνον καὶ πρὸς Σώπολιν καὶ πρὸς τὴν μητέρʼ αὐτῶν διαφερομένη καὶ δυσμενῶς ἔχουσα, ἐγὼ δʼ οὐ μόνον περὶ Θρασύλοχον καὶ τὸν ἀδελφὸν ἀλλὰ καὶ περὶ αὐτὴν τὴν οὐσίαν, ἧς ἀμφισβητοῦμεν, φανήσομαι πλείστου τῶν φίλων ἄξιος γεγενημένος.