Trapeziticus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
ἀλλʼ εἰς ἀγῶνα καταστὰς ᾤμην καὶ παρὰ τὸ δίκαιον πλέον ἕξειν Πασίωνος παρʼ ὑμῖν; ὃς οὐδὲ μένειν ἐνθάδε παρεσκευαζόμην, δεδιὼς μή μʼ ἐξαιτήσειε Σάτυρος παρʼ ὑμῶν. ἀλλʼ ἵνα μηδὲν διαπραττόμενος ἐχθρὸς τούτῳ κατασταίην, ᾧ μάλιστʼ ἐτύγχανον πάντων τῶν ἐν τῇ πόλει χρώμενος; καὶ τίς ἂν ὑμῶν ἀξιώσειε καταγνῶναί μου τοσαύτην μανίαν καὶ ἀμαθίαν;
ἐνθυμηθῆναι δʼ ἄξιόν ἐστιν, ὦ ἄνδρες δικασταί, τὴν ἀτοπίαν καὶ τὴν ἀπιστίαν ὧν ἑκάστοτε Πασίων ἐπεχείρει λέγειν. ὅτε μὲν γὰρ οὕτως ἔπραττον, ὥστʼ οὐδʼ ἄν, εἰ προσωμολόγει μʼ ἀποστερεῖν τῶν χρημάτων, οἷός τʼ ἂν ἦν παρʼ αὐτοῦ δίκην λαβεῖν, τότε μὲν αἰτιᾶταί μʼ ἀδίκως ἐγκαλεῖν ἐπιχειρῆσαι· ἐπειδὴ δʼ ἐγώ τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγην καὶ τοῦτον ἅπαντες ὀφλήσειν τὴν δίκην ἐνόμιζον, τηνικαῦτά μέ φησιν ἀφεῖναι πάντων τῶν ἐγκλημάτων αὐτόν. καίτοι πῶς ἂν τούτων ἀλογώτερα γένοιτο;