Trapeziticus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
καὶ Φίλιππος μὲν ὤν μοι ξένος πατρικός, κληθεὶς καὶ ὑπακούσας, δείσας τὸ μέγεθος τοῦ κινδύνου ἀπιὼν ᾤχετο· Πασίων δʼ Ἀρχέστρατόν μοι τὸν ἀπὸ τῆς τραπέζης ἑπτὰ ταλάντων ἐγγυητὴν παρέσχεν. καίτοι εἰ μικρῶν ἀπεστερεῖτο καὶ μηδὲν ᾔδει μʼ ἐνθάδε κεκτημένον, οὐκ ἂν δήπου τοσούτων χρημάτων ἐγγυητής μου κατέστη.
ἀλλὰ δῆλον ὅτι τὰς μὲν τριακοσίας δραχμὰς ἐνεκάλεσεν ἐμοὶ χαριζόμενος, τῶν δʼ ἑπτὰ ταλάντων ἐγγυητής μοι ἐγένεθʼ ἡγούμενος πίστιν ἔχειν ἱκανὴν τὸ χρυσίον τὸ παρʼ αὑτῷ κείμενον. ὡς μὲν τοίνυν ἦν τέ μοι πολλὰ χρήματʼ ἐνθάδε καὶ ταῦτʼ ἐπὶ τῇ τούτου τραπέζῃ κεῖταί μοι, καὶ ἐκ τῶν ἔργων τῶν Πασίωνος ὑμῖν δεδήλωκα καὶ παρὰ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε.