Trapeziticus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ τόδε ῥᾴδιον πᾶσι γνῶναι, ὅτι ἐμοὶ μέν, ὃς ἐνεκάλουν, εἰ τοὺς ἐλέγχους ἐφοβούμην, ἐξῆν καὶ μηδεμίαν συνθήκην ποιησάμενον χαίρειν ἐᾶν τὸ πρᾶγμα· τούτῳ δὲ διά τε τὴν βάσανον καὶ τοὺς ἀγῶνας τοὺς ἐν ὑμῖν οὐχ οἶόν τʼ ἦν ὁπότε βούλοιτʼ ἀπηλλάχθαι τῶν κινδύνων, εἰ μὴ πείσειεν ἐμὲ τὸν ἐγκαλοῦντα. ὥστʼ οὐκ ἐμὲ περὶ τῆς ἀφέσεως ἀλλὰ τοῦτον περὶ τῆς ἀποδόσεως τῶν χρημάτων ἔδει τὰς συνθήκας ποιεῖσθαι. ἔτι δὲ κἀκεῖνʼ ὑπερφυές,
εἰ πρὶν μὲν συγγράψασθαι τὸ γραμματεῖον οὕτω σφόδρʼ ἠπίστησα τοῖς πράγμασιν ὥστε μὴ μόνον ἀφεῖναι Πασίωνα τῶν ἐγκλημάτων ἀλλὰ καὶ συνθήκας περὶ αὐτῶν ποιήσασθαι ἐπειδὴ δὲ τοιοῦτον ἔλεγχον κατʼ ἐμαυτοῦ συνεγραψάμην, τηνικαῦτʼ ἐπεθύμησʼ εἰς ὑμᾶς εἰσελθεῖν. καίτοι τίς ἄν οὕτω περί τῶν αὑτοῦ πραγμάτων βουλεύσαιτο;
ὃ δὲ πάντων μέγιστον τεκμήριον ὡς οὐκ ἀφειμὲνος ἦν Πασίων ἐν ταῖς συνθήκαις ἀλλʼ ὡμολογηκὼς ἀποδώσειν τὸ χρυσίον· ὅτε γὰρ Μενέξενος ἔλαχεν αὑτῷ τὴν δίκην, οὔπω διεφθαρμένου τοῦ γραμματείου, προσπέμπων Ἀγύρριον, ὄντʼ ἀμφοτέροις ἡμῖν ἐπιτήδειον, ἠξίου μʼ ἤ Μενέξενον ἀπαλλάττειν ἢ τὰς συνθήκας τὰς γεγενημένας πρὸς αὑτὸν ἀναιρεῖν.
καίτοι, ὦ ἄνδρες δικασταί, οἴεσθʼ ἂν αὐτὸν ἐπιθυμεῖν ἀναιρεθῆναι ταύτας τὰς συνθήκας, ἐξ ὧν ψευδομένους ἡμᾶς ἔμελλεν ἐξελέγξειν; οὔκουν ἐπειδή γε μετεγράφησαν, τούτους ἔλεγε τοὺς λόγους, ἀλλὰ περὶ ἁπάντων εἰς ἐκείνας κατέφευγε καὶ ἀνοίγειν ἐκέλευε τὸ γραμματεῖον. ὡς οὖν τὸ πρῶτον ἀναιρεῖν ἐζήτει τὰς συνθήκας, αὐτὸν Ἀγύρριον μαρτυροῦντα παρέξομαι. καί μοι ἀνάβηθι.