Trapeziticus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
τὰ μὲν οὖν ἡμέτερʼ, ὦ ἄνδρες δικασταί, οὕτω διεπέπρακτο· Μενέξενος δʼ ὀργιζόμενος ὑπὲρ τῆς αἰτίας ἧς κἀκεῖνον Πασίων[*](Πασίων, omitted by ΛΕ, is bracketed by Blass.) ᾐτιάσατο, λαχὼν δίκην ἐξῄτει τὸν Κίττον, ἀξιῶν τὴν αὐτὴν Πασίωνι ψευδομένῳ γίγνεσθαι ζημίαν ἧσπερ ἂν αὐτὸς ἐτύγχανεν, εἴ τι τούτων ἐφαίνετο ποιήσας. καὶ οὗτος, ὦ ἄνδρες δικασταί, ἐδεῖτο μου ἀπαλλάττειν Μενέξενον, λέγων ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, εἰ τὰ μὲν χρήματʼ ἐκ τῶν συγγεγραμμένων εἰς τὸν Πόντον εἰσπλεύσας ἀποδώσει, αὐτὸς δʼ ὁμοίως ἐνθάδε καταγέλαστος ἔσοιτο· ὁ γὰρ παῖς, ἐὰν βασανίξηται, περὶ πάντων τἀληθῆ κατεπεῖ.
ἐγὼ δʼ ἠξίουν πρὸς μὲν Μενέξενον πράττειν ὅ τι βούλοιτο, πρὸς δʼ ἐμὲ ποιεῖν αὐτὸν τὰ συγκείμενα. ἐν ἐκείνῳ μὲν οὖν τῷ χρόνῳ ταπεινὸς ἦν, οὐκ ἔχων ὅ τι χρήσαιτο τοῖς αὑτοῦ κακοῖς. καὶ γὰρ οὐ μόνον περὶ τῆς βασάνου καὶ τῆς δίκης ἐκείνης ἐδεδοίκει τῆς εἰληγμένης, ἀλλὰ καὶ περὶ τοῦ γραμματείου, ὅπως μὴ ὑπὸ τοῦ Μενεξένου συλληφθήσοιτο.
ἀπορῶν δὲ καὶ οὐδεμίαν ἄλλην εὑρίσκων ἀπαλλαγήν, πείσας τοῦ ξένου τοὺς παῖδας διαφθείρει τὸ γραμματεῖον, ὃ ἔδει Σάτυρον λαβεῖν, εἰ μή μʼ ἀπαλλάξειεν οὗτος. καὶ οὐκ ἔφθη διαπραξάμενος ταῦτα καὶ θρασύτατος ἁπάντων ἀνθρώπων ἐγένετο, καὶ οὔτʼ εἰς τὸν Πόντον ἔφη μοι συμπλευσεῖσθαι οὔτʼ εἶναι πρός ἔμʼ αὐτῷ συμβόλαιον οὐδέν, ἀνοίγειν τʼ ἐκέλευε τὸ γραμματεῖον ἐναντιόν μαρτύρων. τί ἂν ὑμῖν τὰ πολλὰ λέγοιμι, ὦ ἄνδρες δικασταί; εὑρέθη γάρ ἐν τὦ γραμματείῳ γεγραμμένος[*](Γεγραμμένος Benseler: γεγραμμένον MSS.: ἐν τῷ γραμματείῳ γεγραμμένον is bracketed by Blass.) ἀφειμένος ἁπάντων τῶν ἐγκλημάτων ὑπʼ ἐμοῦ.
τὰ μὲν οὖν γεγενημένα, ὡς ἀκριβέστατα οἶός τʼ ἦν, ἅπανθʼ ὑμῖν εἴρηκα. ἡγοῦμαι δὲ Πασίωνʼ, ὦ ἄνδρες δικασταί, ἐκ τοῦ διεφθαρμένου γραμματείου τὴν ἀπολογίαν ποιήσεσθαι καὶ τοὺτοις ἰσχυριεῖσθαι μάλιστα. ὑμεῖς οὖν μοι τὸν νοῦν προσέχετε· οἶμαι γὰρ ἐξ αὐτῶν τούτων φανερὰν ὑμῖν ποιήσειν τὴν τούτου πονηρίαν.