Trapeziticus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
ὁ μὲν ἀγών μοι μέγας ἐστίν, ὦ ἄνδρες δικασταί. οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν· ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι. οὐσία μὲν γὰρ ἱκανή μοι καταλειφθήσεται καὶ τούτων στερηθέντι· εἰ δὲ δόξαιμι μηδὲν προσῆκον τοσαῦτα χρήματʼ ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον.
ἔστι δʼ, ὦ ἄνδρες δικασταί, πάντων χαλεπώτατον τοιούτων ἀντιδίκων τυχεῖν. τὰ μὲν γὰρ συμβόλαια τὰ πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις ἄνευ μαρτύρων γίγνεται, τοῖς ἀδικουμένοις δὲ πρὸς τοιούτους ἀνάγκη κινδυνεύειν, οἳ καὶ φίλους πολλοὺς κέκτηνται καὶ χρήματα πολλὰ διαχειρίζουσι καὶ πιστοὶ διὰ τὴν τέχνην δοκοῦσιν εἶναι. ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ἡγοῦμαι φανερὸν πᾶσι ποιήσειν ὅτι ἀποστεροῦμαι τῶν χρημάτων ὑπὸ Πασίωνος.
ἐξ ἀρχῆς οὖν ὑμῖν, ὅπως ἂν δύνωμαι, διηγήσομαι τὰ πεπραγμένα. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, πατὴρ μέν ἐστι Σωπαῖος, ὃν οἱ πλέοντες εἰς τὸν Πόντον ἅπαντες ἴσασιν οὕτως οἰκείως πρὸς Σάτυρον διακείμενον, ὥστε πολλῆς μὲν χώρας ἄρχειν, ἁπάσης δὲ τῆς δυνάμεως ἐπιμελεῖσθαι τῆς ἐκείνου.
πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος ἐπεθύμησʼ ἀποδημῆσαι. γεμίσας οὖς ὁ πατήρ μου δύο ναῦς σίτου καὶ χρήματα δοὺς ἐξέπεμψεν ἅμα κατʼ ἐμπορίαν καὶ κατὰ θεωρίαν· συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασιωνα ἐχρώμην τῇ τούτου τραπέζῃ.