Concerning the Team of Horses

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

ὥστʼ οὐ μόνον ἐξ ὧν ὑμᾶς εὖ πεποίηκεν ἀλλὰ καὶ ἐξ ὧν διʼ ὑμᾶς κακῶς πέπονθε ῥᾴδιον γνῶναι τὴν εὔνοιαν τὴν ἐκείνου. φαίνεται γὰρ τῷ δήμῳ βοηθῶν, τῆς αὐτῆς πολιτείας ὑμῖν ἐπιθυμῶν, ὑπὸ τῶν αὐτῶν κακῶς πάσχων, ἅμα τῇ πόλει δυστυχῶν, τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑμῖν νομίζων, ἐκ παντὸς τρόπου κινδυνεύων τὰ μὲν ὑφʼ ὑμῶν, τὰ δὲ διʼ ὑμᾶς,

τὰ δʼ ὑπὲρ ὑμῶν, τὰ δὲ μεθʼ ὑμῶν, ἀνόμοις πολίτης Χαρικλεῖ τῷ τούτου κηδεστῇ γεγενημένος, ὃς τοῖς μὲν πολεμίοις δουλεύειν ἐπεθύμει, τῶν δὲ πολιτῶν ἄρχειν ἠξίου, καὶ φεύγων μὲν ἡσυχίαν εἶχε, κατελθὼν δὲ κακῶς ἐποίει τὴν πόλιν. καίτοι πῶς ἂν γένοιτʼ ἢ φίλος πονηρότερος ἢ ἐχθρὸς ἐλάττονος ἄξιος;

εἶτα σὺ κηδεστὴς μὲν ὢν ἐκείνου, βεβουλευκὼς δʼ ἐπὶ τῶν τριάκοντα τολμᾷς ἑτέροις μνησικακεῖν, καὶ οὐκ αἰσχύνει τὰς συνθήκας παραβαίνων διʼ ἃς αὐτὸς οἰκεῖς τὴν πόλιν, οὐδʼ ἐνθυμεῖ διότι, ὁπόταν δόξῃ τῶν παρεληλυθότων τιμωρίαν ποιεῖσθαι, σοὶ καὶ προτέρῳ καὶ μᾶλλον ἢ ʼμοὶ κινδυνεύειν ὑπάρχει;

οὐ γὰρ δήπου παρʼ ἐμοῦ μὲν ὑπὲρ ὧν ὁ πατὴρ ἔπραξε δίκην λήψονται, σοὶ δὲ καὶ ὧν αὐτὸς ἡμάρτηκας συγγνώμην ἕξουσιν. ἀλλὰ μὴν οὐδʼ ὁμοίας ἐκείνῳ φανήσει τὰς προφάσεις ἔχων· οὐ γὰρ ἐκπεσὼν ἐκ τῆς πατρίδος ἀλλὰ συμπολιτευόμενος, οὐδʼ ἀναγκασθεὶς ἀλλʼ ἑκών, οὐδʼ ἀμυνόμενος ἀλλʼ ὑπάρχων ἠδίκεις αὐτούς, ὥστʼ οὐδʼ ἀπολογίας σοι προσήκει τυχεῖν παρʼ αὐτῶν.

ἀλλὰ γὰρ περὶ μὲν τῶν Τεισίᾳ πεπολιτευμένων ἴσως πότʼ ἐν τοῖς τούτου κινδύνοις ἐγγενήσεται καὶ διὰ μακροτέρων εἰπεῖν· ὑμᾶς δʼ ἀξιῶ μὴ προέσθαι με τοῖς ἐχθροῖς μηδʼ ἀνηκέστοις συμφοραῖς περιβαλεῖν. ἱκανῶς γὰρ καὶ νῦν πεπείραμαι κακῶν, ὃς εὐθὺς μὲν γενόμενος ὀρφανὸς κατελείφθην, τοῦ μὲν πατρὸς φυγόντος, τῆς δὲ μητρὸς τελευτησάσης, οὔπω δὲ τέτταρʼ ἔτη γεγονὼς διὰ τὴν τοῦ πατρὸς φυγὴν περὶ τοῦ σώματος εἰς κίνδυνον κατέστην,

ἔτι δὲ παῖς ὢν ὑπὸ τῶν τριάκοντʼ ἐκ τῆς πόλεως ἐξέπεσον. κατελθόντων δὲ τῶν ἐκ Πειραιῶς καὶ τῶν ἄλλων κομιζομένων τὰς οὐσίας ἐγὼ μόνος τὴν γῆν, ἣν ἡμῖν ἀπέδωκεν ὁ δῆμος ἀντὶ τῶν δημευθέντων χρημάτων, διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἀπεστερήθην. τοσαῦτα δὲ προδεδυστυχηκὼς καὶ δὶς τὴν οὐσίαν ἀπολωλεκὼς νυνὶ πέντε ταλάντων φεύγω δίκην. καὶ τὸ μὲν ἔγκλημʼ ἐστὶ περὶ χρημάτων, ἀγωνίζομαι δʼ εἰ χρὴ μετεῖναί μοι τῆς πόλεως.

τῶν γὰρ αὐτῶν τιμημάτων ἐπιγεγραμμένων οὐ περὶ τῶν αὐτῶν ἅπασιν ὁ κίνδυνός ἐστιν, ἀλλὰ τοῖς μὲν χρήματα κεκτημένοις περὶ ζημίας, τοῖς δʼ ἀπόρως ὥσπερ ἐγὼ διακειμένοις περὶ ἀτιμίας, ἣν ἐγὼ φυγῆς μείζω συμφορὰν νομίζω· πολὺ γὰρ ἀθλιώτερον παρὰ τοῖς αὑτοῦ πολίταις ἠτιμωμένον οἰκεῖν ἢ παρʼ ἑτέροις μετοικεῖν.

δέομαι δʼ οὖν ὑμῶν βοηθῆσαί μοι καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ὑβρισθέντα μηδὲ τῆς πατρίδος στερηθέντα μηδʼ ἐπὶ τοιαύταις τύχαις περίβλεπτον γενόμενον. δικαίως δʼ ἂν ὑφʼ ὑμῶν ἐξ αὐτῶν τῶν ἔργων ἐλεηθείην, εἰ καὶ τῷ λόγῳ τυγχάνω μὴ δυνάμενος ἐπὶ τοῦθʼ ὑμᾶς ἄγειν, εἴπερ χρὴ τούτους ἐλεεῖν, τοὺς ἀδίκως μὲν κινδυνεύοντας, περὶ δὲ τῶν μεγίστων ἀγωνιζομένους, ἀναξίως δʼ αὑτῶν καὶ τῶν προγόνων πράττοντας, πλείστων δὲ χρημάτων ἀπεστερημένους καὶ μεγίστῃ μεταβολῇ τοῦ βίου κεχρημένους.

πολλὰ δʼ ἔχων ἐμαυτὸν ὀδύρασθαι μάλιστʼ ἐπὶ τούτοις ἀγανακτῶ, πρῶτον μὲν εἰ τούτῳ δώσω δίκην παρʼ οὗ λαβεῖν μοι προσήκει, δεύτερον δʼ εἰ διὰ τὴν τοῦ πατρὸς νίκην τὴν Ὀλυμπίασιν ἀτιμωθήσομαι, διʼ ἣν τοὺς ἄλλους ὁρῶ δωρεὰς λαμβάνοντας,

πρὸς δὲ τούτοις εἰ Τεισίας μὲν μηδὲν ἀγαθὸν ποιήσας τὴν πόλιν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ μέγα δυνήσεται, ἐγὼ δʼ εἰ μηδετέρους ἀδικήσας ὑπʼ ἀμφοτέρων κακῶς πείσομαι, καὶ περὶ μὲν τῶν ἄλλων τἀναντία τοῖς τριάκοντα πράξετε, περὶ δʼ ἐμοῦ τὴν αὐτὴν ἐκείνοις γνώμην ἕξετε, καὶ τότε μὲν μεθʼ ὑμῶν, νῦν δʼ ὑφʼ ὑμῶν τῆς πόλεως στερήσομαι.