Against Lochites

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

οὕτω δʼ ἡγήσαντο δεινὸν εἶναι τὸ τύπτειν ἀλλήλους, ὥστε καὶ περὶ τῆς κακηγορίας νόμον ἔθεσαν ὃς κελεύει τοὺς λέγοντάς τι τῶν ἀπορρήτων πεντακοσίας δραχμὰς ὀφείλειν. καίτοι πηλίκας τινὰς χρὴ ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἔργῳ παθόντων κακῶς, ὅταν ὑπὲρ τῶν λόγῳ μόνον ἀκηκοότων οὕτως ὀργιζόμενοι φαίνησθε;

θαυμαστὸν δʼ εἰ τοὺς μὲν ἐπὶ τῆς ὀλιγαρχίας ὑβρίσαντας ἀξίους θανάτου νομίζετε, τοὺς δʼ ἐν δημοκρατίᾳ ταὔτʼ ἐκείνοις ἐπιτηδεύοντας ἀζημίους ἀφήσετε. καίτοι δικαίως ἂν μείζονος οὗτοι τιμωρίας τυγχάνοιεν· φανερώτερον γὰρ ἐπιδείκνυνται τὴν αὑτῶν πονηρίαν. ὅστις γὰρ νῦν τολμᾷ παρανομεῖν, ὅτʼ οὐκ ἔξεστι, τί ποτʼ ἂν ἐποίησεν, ὅθʼ οἱ κρατοῦντες τῆς πόλεως καὶ χάριν εἶχον τοῖς τὰ τοιαῦτʼ ἐξαμαρτάνουσιν;