Against Callimachus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

ἐμὲ δὲ τὸν οὕτω πρόθυμον περὶ τὴν πόλιν γεγενημένον μηδὲ τῶν δικαίων ἀξιούμενον τυγχάνειν; τίς δʼ οὐκ ἂν ὑμῖν ἐπιτιμήσειεν, εἰ πεισθέντες ὑπὸ τῶν Καλλιμάχου λόγων τοσαύτην πονηρίαν ἡμῶν καταγνοίητε, οὓς ἐκ τῶν ἔργων κρίναντες διʼ ἀνδραγαθίαν ἐστεφανώσατε, ὅτʼ οὐδʼ οὕτω ῥᾴδιον ἦν ὥσπερ νῦν τυχεῖν ταύτης τῆς τιμῆς;

τοὐναντίον δʼ ἡμῖν συμβέβηκεν ἢ τοῖς ἄλλοις· οἱ μὲν γὰρ ἄλλοι τοὺς εἰληφότας τὰς δωρεὰς ὑπομιμνῄσκουσιν, ἡμεῖς δʼ ὑμᾶς τοὺς δεδωκότας ἀξιοῦμεν μνημονεύειν, ἵνʼ ὑμῖν τεκμήριον τῶν εἰρημένων ἁπάντων καὶ τῶν ἐπιτηδευμάτων τῶν ἡμετέρων γένηται.

δῆλον δʼ ὅτι ταύτης τῆς τιμῆς ἀξίους ἡμᾶς αὐτοὺς παρείχομεν, οὐχ ἵνʼ ὀλιγαρχίας γενομένης τἀλλότρια διαρπάζοιμεν, ἀλλʼ ἵνα σωθείσης τῆς πόλεως οἵ τʼ ἄλλοι τὰ σφέτερʼ αὐτῶν ἔχοιεν, ἡμῖν τε παρὰ τῷ πλήθει τῶν πολιτῶν χάρις ὀφείλοιτο· ἣν ὑμᾶς[*](ὑμᾶς Blass: ἡμεῖς.) νῦν ἀπαιτοῦμεν, οὐ πλέον ἔχειν τοῦ δικαίου ζητοῦντες, ἀλλʼ ἀποφαίνοντες μὲν ὡς οὐδὲν ἀδικοῦμεν, ἀξιοῦντες δὲ[*](ἀξιοῦντες δὲadded by Blass, the MSS. indicating a lacuna of 8 or 9 letters.) τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν.[*](ἐμμένεινBlass:ἐμμένοντες.)

καὶ γὰρ ἄν εἴη δεινὸν εἰ τοὺς μὲν ἠδικηκότας τιμωρίας ἀφεῖναι κύριαι γένοιντο,[*](γένοιντο Aldus: ἐγένοντο Λ.) ἐφʼ ἡμῖν δὲ τοῖς εὖ πεποιηκόσιν ἄκυροι κατασταθεῖεν. ἄξιον δὲ τὴν παροῦσαν τύχην διαφυλάττειν, ἐνθυμουμένους, ὅτι ἑτέρας μὲν πόλεις ἐποίησαν ἤδη συνθῆκαι μᾶλλον[*](μᾶλλον στασιάσαιBlass, who transfersμᾶλλονfrom beforeὁμονοεῖνand indicates unnecessarily a lacuna there: Drerupμηκέτι στασιάσαι.) στασιάσαι, τὴν δʼ ἡμετέραν μᾶλλον ὁμονοεῖν. ὧν χρὴ μεμνημένους ἅμα τά τε δίκαια καὶ τὰ συμφέροντα ψηφίσασθαι.