Against Callimachus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

πρὸς οὖν τοὺς ὀδυρμούς, ὅτι προσήκει βοηθεῖν ὑμᾶς, οὐχ οἵτινες ἂν δυστυχεστάτους σφᾶς αὐτοὺς ἀποδείξωσιν, ἀλλʼ οἵτινες ἂν περὶ ὧν ἀντωμόσαντο δικαιότερα λέγοντες φάνωνται. περὶ δὲ τῆς ἐπωβελίας, εἰ μὲν ἐγὼ τοὺτων τῶν πραγμάτων αἴτιος ἦν, εἰκότως ἂν αὐτῷ μέλλοντι ζημιώσεσθαι συνήχθεσθε· νῦν δʼ οὗτος ἐστιν ὁ συκοφαντῶν, ὥστʼ οὐδὲν ἂν δικαίως αὐτοῦ λέγοντος ἀποδέχοισθε.

ἔπειτα κἀκεῖνο χρὴ σκοπεῖν, ὅτι πάντες οἱ κατελθόντες ἐκ Περαίεως ἔχοιεν ἂν τοὺς αὐτοὺς λόγους εἰπεῖν, οὕσπερ οὗτος, ὧν οὐδεὶς ἄλλος τετόλμηκε τοιαύτην δίκην εἰσελθεῖν. Καίτοι χρὴ μισεῖν ὑμᾶς τοὺς τοιούτους καὶ κακοὺς πολίτας νομίζειν, οἵτινες ταῖς μὲν συμφοραῖς ὁμοίας τῷ τῷ πλήθει κέχρηνται, τὰς δὲ τιμωρίας διαφόρους τῶν ἅλλων ἀξιοῦσι ποιεῖσθαι.

πρὸς δὲ τοὺτοις ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ, πρὶν ἀποπειραθῆναι τῆς ὑμετὲρας γνώμης, ἁφέντι τὴν δίκην ἀπηλλάχθαι πάντων τῶν πραγμάτων. καίτοι πῶς οὐκ ἄλογόν ἐστιν ἐν τούτῳ τῷ κινδύνῳ ζητεῖν αὐτόν ἐλέου παρʼ ὑμῶν τυγχάνειν, οὗ κύριος αὐτός ἐστι, καὶ εἰς ὃ αὐτὸς αὑτὸν καθίστησι, καὶ ὃ ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ μὴ κινδυνεύειν;

ἂν δʼ ἄρα μέμνηται τῶν ἐπὶ τῆς ὀλιγαρχίας γεγενημένων, ἁξιοῦτε αὐτὸν μὴ ʼκείνων κατηγορεῖν, ὑπὲρ ὧν οὐδεὶς ἀπολογήσεται, ἀλλʼ ὡς ἐγὼ τὰ χρήματα εἴληφα διδάσκειν, περὶ οὗπερ ὑμᾶς δεῖ ψηφίζεσθαι, μηδʼ ὡς αὐτός δεινὰ πέπονθεν ἀποφαίνειν, ἀλλʼ ὡς ἐγὼ πεποίηκα ἐξελέγχειν, παρʼ οὗπερ ἀξιοῖ τἀπολωλότα κομίζεσθαι·