Against Callimachus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

ὑπόγυιον γὰρ ἐστιν, ἐξ οὗ καταπολεμηθέντες, ἐπὶ τοῖς ἐχθροῖς γενόμενοι, πολλῶν ἐπιθυμησάντων διαφθεῖραι τὴν πόλιν, εἰς ὅρκους καὶ συνθήκας κατεφύγομεν, ἅς εἰ Λακεδαιμόνιοι τολμῷεν παραβαίνειν, σφόδρʼ ἂν ἕκαστος ὑμῶν ἀγανακτήσειεν.

καίτοι πῶς οἷόν τʼ ἐστὶν ἑτέρων κατηγορεῖν οἷς αὐτός τις ἔνοχός ἐστιν; τῷ δʼ ἂν δόξαιμεν ἀδικεῖσθαι παρὰ τὰς συνθήκας κακῶς πάσχοντες, εἰ μηδʼ αὐτοὶ φαινοίμεθʼ αὐτὰς περὶ πολλοῦ ποιούμενοι; τίνας δὲ πίστεις πρὸς τοὺς ἄλλους εὑρήσομεν, εἰ τὰς πρὸς ἡμᾶς αὐτοὺς γεγενημένας οὕτως εἰκῇ λύσομεν;

ἄξιον δὲ καὶ τῶνδε μνησθῆναι, διότι πολλῶν καὶ καλῶν τοῖς προγόνοις ἐν τῷ πολέμῳ πεπραγμένων οὐχ ἥκισθʼ ἡ πόλις ἐκ τούτων τῶν διαλλαγῶν εὐδοκίμησεν. πρὸς μὲν γὰρ τὸν πόλεμον πολλαὶ πόλεις ἂν εὑρεθεῖεν καλῶς ἠγωνισμέναι, περὶ δὲ στάσεως οὐκ ἔστιν ἣν ἄν τις ἐπιδείξειεν ἄμεινον τῆς ἡμετέρας βεβουλευμένην.

ἔτι δὲ τῶν μὲν τοιούτων ἔργων, ὅσα μετὰ κινδύνων πέπρακται, τὸ πλεῖστον ἄν τις μέρος τῇ τύχῃ μεταδοίη· τῆς δʼ εἰς ἡμᾶς αὐτοὺς μετριότητος οὐδεὶς ἂν ἄλλʼ ἢ τὴν ἡμετέραν γνώμην αἰτιάσαιτο. ὥστʼ οὐκ ἄξιον προδότας ταύτης τῆς δόξης γενέσθαι.

καὶ μηδεὶς ἡγείσθω μʼ ὑπερβάλλειν μηδὲ μείζω λέγειν, ὅτι δίκην ἰδίαν φεύγων τούτους εἴρηκα τοὺς λόγους. οὐ γὰρ μόνον περὶ τῶν ἐπιγεγραμμένων χρημάτων ἐστιν οὗτος ὁ ἀγών, ἀλλʼ ἐμοὶ μὲν περὶ τούτων, ὑμῖν δὲ περὶ τῶν ὀλίγῳ πρότερον εἰρημένων· ὑπὲρ ὧν οὐδεὶς οὔτʼ ἂν εἰπεῖν ἀξίως δύναιτο οὔτʼ ἂν τίμημʼ ἱκανὸν ἐπιγράψαιτο.

τοσοῦτον γὰρ αὕτη διαφέρει τῶν ἄλλων δικῶν, ὥστε τῶν μὲν τοῖς ἀγωνιζομένοις μόνον προσήκει, ταύτῃ δὲ τὸ κοινὸν τῆς πόλεως συγκινδυνεύει. περὶ ταύτης δύʼ ὅρκους ὀμόσαντες δικάζετε, τὸν μὲν, ὅνπερ ἐπὶ ταῖς ἄλλαις εἴθισθε, τὸν δʼ ὃν ἐπὶ ταῖς συνθήκαις ἐποιήσασθε. ταύτην ἀδίκως γνόντες οὐ τοὺς τῆς πόλεως μόνον νόμους ἀλλὰ καὶ τοὺς ἁπάντων κοινοὺς παραβήσεσθε. ὥστʼ οὐκ ἄξιον οὔτε κατὰ χάριν οὔτε κατʼ ἐπιείκειαν οὔτε κατʼ ἄλλʼ οὐδὲν ἢ κατὰ τοὺς ὅρκους περὶ αὐτῶν ψηφίσασθαι.

ὡς μὲν οὖν[*](μὲ νοὖν χρὴMSS.:μὲν οὖν οὐ χρὴDobree, accepted by Blass.) χρὴ καὶ συμφέρει καὶ δίκαιον ὑμᾶς ἐστὶν οὕτω περὶ τῶν συνθηκῶν γιγνώσκειν, οὐδʼ αὐτὸν ἡγοῦμαι Καλλίμαχον ἀντερεῖν· οἶμαι δʼ αὐτὸν ὀδυρεῖσθαι τὴν παροῦσαν πενίαν καὶ τὴν γεγενημένην αὑτῷ συμφοράν, καὶ λέξειν ὡς δεινὰ καὶ σχέτλια πείσεται, εἰ τῶν χρημάτων, ὧν ἐπὶ τῆς ὀλιγαρχίας ἀφῃρέθη, τούτων ἐν δημοκρατίᾳ τὴν ἐπωβελίαν ὀφλήσει, καὶ εἰ τότε μὲν διὰ τὴν οὐσίαν τὴν αὑτοῦ φυγεῖν ἠναγκάσθη, νυνὶ δʼ ἐν ᾧ χρόνῳ προσῆκεν αὑτὸν δίκην λαβεῖν, ἅτιμος γενήσεται.

κατηγορήσει δὲ καὶ τῶν ἐν τῇ μεταστάσει γενομένων, ὡς ἐκ τοὺτων μάλισθʼ ὑμᾶς εἰς ὀργὴν καταστήσων· ἴσως γὰρ τινος ἀκήκοεν, ὡς ὑμεῖς, ὅταν μὴ τοὺς ἀδικοῦντας λάβητε, τοὺς ἐντυγχάνοντας κολάζετε. ἐγὼ δʼ οὔθʼ ὑμᾶς ταύτην ἔχειν τὴν γνώμην ἡγοῦμαι, πρὸς τε τοὺς ὑπειρημένους λόγους ῥᾲδιον ἁντειπεῖν νομίζω.