Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

γεγόνασι δὲ καὶ οἵδε ὀψοφάγοι. Ἀνταγόρας μὲν ὁ ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθύν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος· ‘ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησίν,’ ‘αὐτῷ γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος ὁ βασιλεὺς παραστὰς

ἆρά γε,
εἶπεν,
ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα;
κἀκεῖνον οὐ φαύλως εἰπεῖν·
σὺ δὲ οἴει,
φησί,
τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει;
ὄρνιν δὲ ἕψων ποτὲ ὁ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν
ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δ’ εἰπόντος ὅτι ἡ μήτηρ τηρήσει,
ἐγὼ οὖν,
εἶπε,
τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω;
᾽ καὶ Ἀνδροκύδης δ’ ὁ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ὡς ἱστορεῖ Πολέμων, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.

περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων ὁ κωμῳδιοποιὸς τάδε γράφει·

ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτ’ αὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν πλὴν τῆς κεφαλῆς. ἁλόντα δ’ ὑπὸ δυσπεψίας κακῶς σφόδρα σχεῖν, εἶτα δ’ ἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν φερόμενον αὐτὸν εἶπεν
εἲ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης,
κἀκεῖνος εἶπε· ᾽ τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ φησί, ᾽ καὶ δεδιῴκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους· οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις --- Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθ’ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ’ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδὲ ἀναβοᾷ,
καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵν’ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε.᾽
κἀν ἄλλῳ δὲ μέρει φησί·
φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, ὁ Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ᾽ ὅπως καταπίνω φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθ’ ἅμα μοι τὰ βρώμαθ’ ἡδονὴν ποῇ.᾽
καὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐποιδουμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε, περὶ δὲ τοῦ Φιλοξένου καὶ ὁ παρῳδὸς Σώπατρος λέγων φησί·
δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.

καὶ Ὑπερείδης δὲ ὁ ῥήτωρ ὀψοφάγος ἦν, ὥς φησι Τιμοκλῆς ὁ κωμικὸς ἐν Δήλῳ διηγούμενος τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας. γράφει δὲ οὕτως ·

α. Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει, β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων, α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ· ᾽ ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους.
καὶ ἐν Ἰκαρίοις δὲ ὁ αὐτὸς ποιητής φησι·
τόν τ’ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς, ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι πρὸς πᾶν ἀπαντῶν κλῇθρ’ ὅταν λύσας ἔχῃ, μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.
Φιλέταιρος δ’ ἐν Ἀσκληπιῷ πρὸς τῷ ὀψοφαγεῖν καὶ κυβεύειν αὐτόν φησι, καθάπερ καὶ Καλλίαν τὸν ῥήτορα Ἀξιόνικος ἐν Φιλευριπίδῃ·
ἄλλον δ’ ἰχθὺν μεγέθει πίσυνόν τινα τοῖσδε τόποις ἥκει κομίσας Γλαῦκός τις ἐν πόντῳ γ’ ἁλούς, ὁ σῖτον ὀψοφάγων, καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατ’ ὤμων. τίνα τῷδ’ ἐνέπω τὴν σκευασίαν; πότερον χλωρῷ τρίμματι βρέξας ἢ τῆς ἀγρίας ἅλμης πάσμασι σῶμα λιπάνας πυρὶ παμφλέκτῳ παραδώσω; ἔφα τις, ὡς ἐν ἅλμῃ θερμῇ τοῦτο φάγοι γ’ ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος. βοᾷ δ’ ὄνειδος ᾽ἴδιον, ὦ Καλλία. ἦ σὺ μὲν ἀμφί τε σῦκα καὶ ἀμφὶ ταρίχι’ ἀγάλλῃ, τοῦ δ’ ἐν ἅλμῃ παρατεθέντος οὐ γεύῃ χαρίεντος ὄψου,
τὰ μὲν σῦκα, ὡς ἂν συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι ἀεὶ τοὺς περιπάτους ἐν τοῖς ἰχθύσι.

Τίμαιος δ’ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτων δ’ ὁ σοφιστὴς ὀψοφάγος ἦν· δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἡ ἀρχὴ ᾽ οὐ ψεῦδος οὐδέν φησιν

ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος μάτων προσελθών.
Ἀναξίλας δ’ ἐν Μονοτρόπῳ·
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δ’ ἀπόλλυμαι.
ὑπερβολὴ γαστριμαργίας τὸ καὶ ἁρπάζειν ἐσθίοντα καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.

Ἀντιφάνης δ’ ἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις·

εὔθυνος δ’ ἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετ’ ὄψων πραγμάτιον οὐκ οἶδὲ ὅ τι· Φοινικίδης δὲ Ταυρέας θ’ ὁ φίλτατος, ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες
οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, · ὡς οὐ βιωτόν ἐστιν οὐδ’ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν ἐνθάδ’ εἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων, νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν. γάμοι δ’ ἐκείνοις καὶ πότοι νεανικοὶ ἦσαν ---
εὔφρων δὲ ἐν Μούσαις·
Φοινικίδης δ’ ὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετ’ ὀργῇ χεῖρας ἠρεθισμένας· · τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν; τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος ἢ Φυρόμαχος ἢ Νείλου βία; ἴτω πρὸς ἡμᾶς, καὶ τάχ’ ἂν οὐδὲν μεταλάβοι.

τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν ὁ τῆς τραγῳδίας ποιητής· ἔγραψε δὲ καὶ ἐλεγεῖα.

κωμῳδοῦσι δ’ αὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ, Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος ὁ Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, γράφει δὲ οὕτως ὁ Δελφός· ᾽ι Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου,
ὁρᾷς οὖν,
εἶπεν,
ὦ Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος.
᾽ Ἀντιφάνης δ’ ἐν Αὐλητρίδι ἢ Διδύμαις Φοινικίδην τινὰ ἐπ’ ὀψοφαγίᾳ κωμῳδῶν φησιν
ὁ μὲν Μενέλαος ἐπολέμησ’ ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν.

Δημοσθένης δ’ ὁ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ. Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος ἢ λάβραξ, ᾽ὁ μὲν ἑφθός, ᾽ ἔφη, ὁ δὲ ὀπτός ὀψοφάγος δ’ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν

Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο
μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα. ἤμην γάρ ποτ’ ἐγὼ Βάκχῳ φίλος, οὐδὲ τιν’ ὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.

Φόρυσκον δέ φησιν Ἡγήσανδρος τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ’ ἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν

τὰ δ᾽ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται,
καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρε καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν·
Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο.
Θεόκριτος δ’ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, ᾽παῦσαι φησί, κλαίων, ὦ πόνηρε· οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις τοῦ δ’ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν
κατακεκαῦσθαι, ‘λοιπόν,’ ἔφησεν, ‘ἐστίν,’ ὁ Θεόκριτος, ‘σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν.’ Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως· ᾽ Τέχνων ὁ παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος ἦν δὲ φίλιχθυς ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.` καὶ Ἄλεξις δ’ ὁ ποιητὴς ἦν ὀψοφάγος, ὡς ὁ Σάμιός φησι Λυγκεύς· καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, ὁ Ἄλεξις ᾽ σπερμολόγους ἔφη, ᾽ πεφρυγμένους.᾽

Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησὶν

εἰ δ’ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε μάχεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτ᾽ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄρ’ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον ἑκόντα. εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν.
ὅτι δὲ οὗτός ἐστιν ὁ ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις. Μυννίσκος ὁ τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως·
α. ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι,
β. οἶδ᾽, ᾧ φίλος Μυννίσκος ἔσθ’ ὁ Χαλκιδεύς. α. καλῶς λέγεις.
καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δ’ ἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ·
Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν,
ἐπιφέρει·
νῦν δ’ αὖθις ἐρυγγάνει. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλης δὲ κᾂν μάχοιτο.